Commentarium in evangelium Matthaei (lib. 12-17)
Τῶν εἰς τὸ κατὰ Ματθαῖον <εὐαγγέλιον> ἐξηγητικῶν Ὠριγένους τόμος ιβʹ.
12.1 Καὶ προσελθόντες Σαδδουκαῖοι καὶ Φαρισαῖοι, πειρά ζοντες ἐπηρώτων αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς (16, 1[-4]). Οἱ πρὸς ἀλλήλους διαφωνοῦντες περὶ τῶν ἀναγκαιοτάτων δογμάτων Σαδδουκαῖοι καὶ Φαρισαῖοι- πρεσβεύουσι γὰρ οἱ μὲν Φαρισαῖοι τὴν τῶν νεκρῶν ἀνάστασιν ἐλπίζοντες εἶναί τινα μέλλοντα αἰῶνα, οἱ δὲ Σαδδουκαῖοι οὐδὲν ἴσασι μετὰ τὸν βίον τοῦτον ἀνθρώπῳ ἀποκείμενον, ἤτοι ὡς ἐπ' ἀρετὴν προκόψαντι ἢ μηδὲ τὴν ἀρχὴν ἐπιτηδεύσαντι ἐξελ θεῖν τῶν τῆς κακίας ὅρων-οὗτοι, ἵνα πειράσωσι τὸν Ἰησοῦν, ὁμονοοῦ σιν. ὅμοιον δέ <τι> τούτων γεγένηται, ὡς ὁ Λουκᾶς ἀνέγραψε, πρὸς Ἡρώδην καὶ Πιλᾶτον γενομένους ἀλλήλοις φίλους, ἵνα τὸν Ἰησοῦν ἀπο-κτείνωσι· τάχα γὰρ ἡ μὲν πρὸς ἀλλήλους αὐτῶν μάχη ἐποίησεν ἂν τὸν μὲν Ἡρώδην μὴ εἰς χάριν τοῦ λέγοντος λαοῦ «σταύρου σταύρου αὐτὸν» ἀξιοῦν αὐτὸν ἀναιρεθῆναι, τὸν δὲ Πιλᾶτον ῥοπήν τινα ἔχοντα τὴν ὑπὲρ τοῦ <ἀπολῦσαι τὸν Ἰησοῦν> μὴ ἂν αὐτὸν καταδεδικάσθαι, συμβαλλο μένης τῆς πρὸς Ἡρώδην ἔχθρας τῇ πρὸς τὸ ἀπολῦσαι τὸν Ἰησοῦν προ- ϋπαρχούσῃ ῥοπῇ. ἡ δὲ νομιζομένη φιλία τὸν Ἡρώδην ἰσχυρότερον πρὸς τὴν κατὰ τοῦ Ἰησοῦ ἀξίωσιν πεποίηκε παρὰ Πιλᾶτον, βουλόμενον τάχα καὶ διὰ τὴν νεαρὰν φιλίαν κεχαρισμένον τι τῷ Ἡρώδῃ καὶ παντὶ τῷ Ἰου-δαίων ἔθνει ποιῆσαι. πολλάκις δὲ καὶ νῦν ὁρᾶν ἔστιν ἐν τῷ βίῳ καὶ τοὺς διαφωνότατα δόγματα εἴτε ἐν τῇ Ἑλλήνων φιλοσοφίᾳ εἴτε καὶ ἐν ἄλλοις λόγοις ἔχοντας ὁμονοεῖν δοκοῦντας, ἵνα χλευάζωσι καὶ προσπολεμῶσι τῷ ἐν τοῖς μαθηταῖς Ἰησοῦ Χριστῷ. ἀπὸ τούτων δ' (οἶμαι) ἔστι διαβῆναι τῷ λόγῳ ἐπὶ τὸ ἰδεῖν, ὅτι μήποτε καὶ τῶν ἀντικειμένων ἐνεργειῶν διαφω νίαν πρὸς ἀλλήλας ἐχουσῶν, ὡς Φαραὼ πρὸς Ναβουχοδονόσορ καὶ Θα ραθὰ βασιλέως Αἰθιόπων πρὸς Σεναχηρεὶμ βασιλέα Ἀσσυρίων, γίνεταί ποτε συμφωνία κατὰ τοῦ Ἰησοῦ καὶ τοῦ λαοῦ αὐτοῦ, οὕτως τάχα καὶ «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό», οὐδαμῶς πρότερον ἀλλήλοις ὁμονοοῦντες, ἵνα σκοπήσαντες «κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ» «τὸν κύριον τῆς δόξης» ἀποκτείνωσιν. 12.2 Ἐπὶ ταῦτα δὲ τῷ λόγῳ ἐληλύθαμεν διὰ τοὺς ἅμα προσελθόντας τῷ Ἰησοῦ Φαρισαίους καὶ Σαδδουκαίους, τοὺς ἐν τοῖς περὶ ἀναστάσεως διαφωνοῦντας, καὶ οἱονεὶ συμφωνήσαντας διὰ τὸ πειράσαι τὸν σωτῆρα ἡμῶν καὶ ἐπερωτῆσαι αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. οὐ γὰρ ἀρκούμενοι τοῖς ἐν ταῖς ἰάσεσι πάσης νόσου καὶ πάσης μαλακίας «ἐν τῷ λαῷ» τεραστίοις καὶ τοῖς ἄλλοις παραδόξοις, ἃ ἐν γνώσει πολλῶν πεποιήκει ὁ σωτὴρ ἡμῶν, ἠβούλοντο αὐτὸν ἐπιδεῖξαι αὐτοῖς καὶ ἐξ οὐρανοῦ σημεῖον. καὶ στοχάζομαι ὅτι ὑπενόουν μὲν τὰ ἐπὶ γῆς σημεῖα, ὡς δυνάμενα καὶ μὴ ἐκ θεοῦ εἶναι (οὐκ ὤκνησαν γοῦν λέγειν ὅτι «ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια» ὁ Ἰη σοῦς), ἐδόκει δ' αὐτοῖς μὴ δύνασθαι ἐξ οὐρανοῦ σημεῖον ἀπὸ Βεελζε βοὺλ ἤ τινος πονηρᾶς γίνεσθαι δυνάμεως. ἡμάρτανον δὲ περὶ ἀμφοτέρων, τῶν τε ἐπὶ γῆς καὶ τῶν ἐξ οὐρανοῦ σημείων, μὴ δόκιμοι τραπεζῖται μηδὲ ἐπιστάμενοι διακρίνειν πνεύματα ἐνεργοῦντα, ποῖα μὲν ἀπὸ τοῦ θεοῦ ἐστι ποῖα δὲ ἀφεστηκότα αὐτοῦ. καὶ ἐχρῆν αὐτοὺς εἰδέναι ὅτι καὶ τὰ πολλὰ τῶν ἐπὶ Μωσέως κατὰ τῆς Αἰγύπτου τεραστίων, οὐκ ὄντα ἐξ οὐρανοῦ, σαφῶς ἦν τοῦ θεοῦ, καὶ τὸ πεσὸν «πῦρ ἐξ οὐρανοῦ» ἐπὶ τὰ πρόβατα τοῦ Ἰὼβ οὐκ ἦν ἀπὸ τοῦ θεοῦ· τοῦ αὐτοῦ γὰρ ἐκεῖνο τὸ πῦρ ἦν, οὗ ἦσαν καὶ «οἱ αἰχμαλωτεύσαντες» καὶ οἱ ποιήσαντες «τρεῖς ἀρχὰς» ἱππέων κατὰ τῶν κτηνῶν τοῦ Ἰώβ. οἶμαι δ' ὅτι καὶ ἐν τῷ Ἡσαΐᾳ, ὡς δυναμένων σημείων