Dialogus cum Heraclide

 ἕν, οὐδὲ ἔσονται οἱ δύο εἰς ψυχὴν μίαν, ἀλλ' «ἔσονται οἱ δύο εἰς σάρκα μίαν». Ὁ δίκαιος πάλιν ἕτερος ὢν τοῦ Χριστοῦ λέγεται ὑπὸ τοῦ ἀπο στόλου πρὸς τὸ

 ἀποθνῄσκουσιν. Εἰ ἀρέσκει ταῦτα, καὶ ταῦτα ἐπὶ διαμαρτυρίας τοῦ λαοῦ ἔσται νενομοθετημένα καὶ πεπηγμένα. Τί ἄλλο περὶ τῆς πίστεως; δοκεῖ σοι ταῦτα, Μά

 κατωρθωμένῳ, οἱ δὲ ἀνάπαλιν ἐπὶ τῇ πίστει οὐ κολα σθήσονται, ἐπὶ δὲ τῷ βίῳ ὡς παρὰ τὸν ὀρθὸν λόγον βιώσαντες κολασθήσονται. Ἐγὼ νομίζω ἐν ταῖς Σολο μῶ

 Κοσμοποιΐᾳ ἐπανάλημψιν εἶναι μετὰ τὴν κτίσιν τοῦ ἀνθρώπου τὸ «Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν τὸν ἄνθρωπον». Τούτοις ἀκολουθεῖ τὸ «κατ' εἰκ

 εἰπεῖν, μὴ ἐγκληθῶ ὡς τῶν δυναμένων ἀκούειν ἀποστερήσας τὸν λόγον· διὰ τοὺς μὴ ἀξίους ὀκνῶ εἰπεῖν, διὰ τὰ προειρημένα, μή ποτε ῥίψω τὰ ἅγια κυσὶν καὶ

 βύετε τὰ ὦτα οὐκ ἀνοίγοντες οὐδὲ ἀναπεταννύντες αὐτὰ πρὸς παραδοχὴν τῶν λεγομένων, φθάσει ἐφ' ὑμᾶς τὸ «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως ὡσεὶ ἀ

 κακίας, ἐρεῖς περὶ τοῦ τοιούτου ὅτι τὰ ὀστᾶ αὐτοῦ ἐσκορπίσθη. «Πάντα τὰ ὀστᾶ μου ἐροῦ σιν· Κύριε, τίς ὅμοιός σοι;» Ταῦτα τὰ ὀστᾶ λαλεῖ, διαλέγεται, λέ

 θανάτου φωνῆς. Παραστῆσαι πειράσομαι ὅσα σημαίνεται οὐ καθ' Ἕλληνας, ἀλλ' ὅσα σημαίνεται κατὰ τὴν θείαν γραφήν. Ἴσως μέν μου σοφώτερος καὶ ἄλλα σημαι

 τῷ σκηνώματι, ὅτι ἐνδημοῦμεν ἐν τῷ σώματι. Ὅσον «ἐνδημοῦμεν ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου». Ἐπιποθήσωμεν «ἐκδημῆσαι ἀπὸ τοῦ σώματος καὶ ἐνδη

Dialogus cum Heraclide

ΩΡΙΓΕΝΟΥΣ ∆ΙΑΛΕΚΤΟΣ ΠΡΟΣ ΗΡΑΚΛΕΙ∆ΑΝ ΚΑΙ ΤΟΥΣ ΣΥΝ ΑΥΤΩ ΕΠΙΣΚΟΠΟΥΣ ΠΕΡΙ ΠΑΤΡΟΣ ΚΑΙ ΥΙΟΥ ΚΑΙ ΨΥΧΗΣ.

1 Λόγων κινηθέντων ὑπὸ τῶν παρόντων ἐπισκόπων περὶ τῆς πίστεως Ἡρακλείδα τοῦ ἐπισκόπου, ἵνα ἐπὶ πάντων ὁμολογήσῃ τὸ πῶς πιστεύει, καὶ ἑκάστου εἰπόντος τὸ παραστὰν αὐτῷ καὶ πυθομένου, Ἡρακλεί δης ἐπίσκοπος εἶπεν· «Καὶ ἐγὼ πιστεύω ἅπερ αἱ θεῖαι γραφαὶ λέγουσιν· «Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». Ἆρα οὖν τῇ πίστει συμφερόμεθα καὶ κατὰ τοῦτο καὶ πιστεύομεν ὅτι εἴληφε σάρκα ὁ Χριστός, ὅτι ἐγεννήθη, ὅτι ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς ἐν τῇ σαρκὶ ᾗ ἀνέστη, ὅτι κάθηται ἐν δεξιᾷ τοῦ Πατρὸς μέλλων ἐκεῖθεν ἔρχεσθαι καὶ «κρίνειν ζῶντας καὶ νεκρούς», θεὸς καὶ ἄνθρωπος.» Ὠριγένης εἶπεν· «Ἐπεὶ ἅπαξ ἀνάκρισις γίνεται εἰπεῖν τι εἰς τὸν τόπον τῆς ἀνακρίσεως, ἐρῶ. Ὅλη ἡ ἐκκλησία πάρεστιν ἀκούουσα. Οὐκ ὀφείλει ἐκκλησία ἐκκλησίας διαφορὰν ἔχειν ἐν γνώσει, ἐπεὶ οὐκ ἐστὲ ἐκκλησία ἡ ψευδομένη. Παρακαλῶ σε, πάπα Ἡρα κλείδα· Θεός ἐστιν ὁ παντοκράτωρ, ὁ ἀγένητος, ὁ ἐπὶ πᾶσιν ποιήσας τὰ ὅλα· ἀρέσκει τοῦτο;» Ἡρακλείδης εἶπεν· «Ἀρέσκει· οὕτω γὰρ κἀγὼ πιστεύω.» Ὠριγένης εἶπεν· «Χριστὸς Ἰησοῦς «ἐν μορφῇ Θεοῦ ὑπάρχων», ἕτερος ὢν παρὰ τὸν Θεὸν οὗ «ἐν μορφῇ» ὑπῆρχεν, Θεὸς ἦν πρὸ τοῦ ἔλθῃ εἰς σῶμα ἢ οὔ;» Ἡρακλείδης εἶπεν· «Θεὸς πρὸ ἦν.» Ὠριγένης εἶπεν· «Θεὸς ἦν πρὶν ἔλθῃ εἰς σῶμα ἢ οὔ;» Ἡρακλείδης εἶπεν· «Ναί.» Ὠριγένῃς εἶπεν· «Ἕτερος Θεὸς παρὰ τοῦτον τὸν Θεὸν οὗ «ἐν μορφῇ» ὑπῆρχεν αὐτός;» 2 Ἡρακλείδης εἶπεν· «∆ηλονότι ἄλλου τινός, καὶ ὢν <ἐν> μορφῇ ἐκείνου ἐστὶν τοῦ πάντα κτίσαντος.» Ὠριγένης εἶπεν· «Οὐκοῦν Θεὸς ἦν Θεοῦ υἱὸς ὁ μονογενὴς τοῦ Θεοῦ, «ὁ πρωτότοκος πάσης κτίσεως», καὶ οὐ δεισιδαιμονοῦμεν πῇ μὲν εἰπεῖν δύο Θεούς, πῇ δὲ εἰπεῖν ἕνα Θεόν;» Ἡρακλείδης εἶπεν· «Τοῦτο μὲν σαφὲς λέγεις· ἡμεῖς δὲ λέγομεν Θεὸν εἶναι τὸν παντοκράτορα, Θεὸν ἄναρχον, ἀτελεύτητον, ἐμπεριέχοντα τὰ πάντα καὶ μὴ ἐμπεριε χόμενον, καὶ τὸν τούτου λόγον υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, θεὸν καὶ ἄνθρωπον, δι' οὗ τὰ πάντα γέγονεν, θεὸν μὲν κατὰ πνεῦμα, ἄνθρωπον δὲ καθ' ὃ γεγέννηται ἐκ τῆς Μαρίας.» Ὠριγένης εἶπεν· «Ὃ ἐπυθόμην οὐκ ἔδοξας εἰρηκέ ναι. Σαφήνισον οὖν· ἴσως γὰρ οὐ παρηκολούθησα. Θεὸς ὁ Πατήρ;» Ἡρακλείδης εἶπεν· «Πάντως.» Ὠριγένης εἶπεν· «Ἕτερος τοῦ Πατρὸς ὁ Υἱός;» Ἡρακλείδης εἶπεν· «Πῶς γὰρ δύναται υἱὸς εἶναι, ἐὰν καὶ πατὴρ ᾖ;» Ὠριγένης εἶπεν· «Ἕτερος ὢν τοῦ Πατρὸς ὁ Υἱὸς καὶ αὐτός ἐστιν Θεός;» Ἡρακλείδης εἶπεν· «Καὶ αὐτός ἐστιν Θεός.» Ὠριγένης εἶπεν· «Καὶ γίνονται ἓν δύο Θεοί;» Ἡρακλείδης εἶπεν· «Ναί.» Ὠριγένης εἶπεν· «Ὁμολογοῦμεν δύο Θεούς;» Ἡρακλείδης εἶπεν· «Ναί· ἡ δύναμις μία ἐστίν.» Ὠριγένης εἶπεν· «Ἀλλ' ἐπεὶ προσκόπτουσιν οἱ ἀδελφοὶ ἡμῶν δύο εἶναι Θεούς, τὸν λόγον θεραπευτέον, καὶ <δεῖ> δεῖξαι κατὰ τί δύο εἰσὶν καὶ κατὰ τί εἷς Θεός εἰσιν οἱ δύο. Καὶ αἱ θεῖαι γραφαὶ πολλὰ δύο ἐδί δαξαν εἶναι ἕν, καὶ οὐ μόνον δύο ἀλλὰ καὶ πλείονα τῶν δύο τινὰ καὶ εἰ πολλῷ πλείονα τῷ ἀριθμῷ ἐδίδαξαν εἶναι ἕν. Τὸ νῦν προκείμενόν ἐστιν οὐ λαβόντα πρό 3 βλημα παρέρχεσθαι καὶ εἴρειν, ἀλλὰ διαμασήσασθαι διὰ τοὺς ἀκεραιοτέρους ὡσπερεὶ τὰ κρέα καὶ κατὰ βραχὺ τὸν λόγον ἐντιθέναι ταῖς ἀκοαῖς τῶν ἀκουόντων. Πολλὰ τοίνυν δύο κατὰ τὰς γραφὰς λέγεται εἶναι ἕν. Ποίας γραφάς; Ἀδὰμ ἕτερος, ἡ γυνὴ ἑτέρα. Ἀδὰμἕτερος τῆς γυναικὸς καὶ ἡ γυνὴ ἑτέρα τοῦ ἀνδρός· καὶ εἴρηται εὐθέως ἐν τῇ Κοσμοποιΐᾳ ὅτι οἱ δύο ἕν εἰσιν· «Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα μίαν.» Οὐκοῦν ἔνεστίν ποτε δύο εἶναι μίαν σάρκα. Ἀλλὰ τήρει μοι ὅτι ἐπὶ τοῦ Ἀδὰμ καὶ Εὔας οὐκ εἴρηται ὅτι ἔσονται οἱ δύο εἰς πνεῦμα