1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

ΩΡΙΓΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗΩΡΙΓΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ. Ὠριγένης Ἀφρικανῷ ἀγαπητῷ ἀδελφῷ ἐν Θεῷ Πατρὶ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἁγίου παιδὸς αὐτοῦ εὖ πράττειν. Ἡ μὲν σὴ ἐπιστολὴ, δι' ἧς ἐμάνθανον ἃ ἐνέφηνας περὶ τῆς ἐν τῷ ∆ανιὴλ φερομένης ἐν ταῖς Ἐκκλησίαις Σωσάννης, βραχεῖα μέν τις εἶναι δοκεῖ· ἐν ὀλίγοις δὲ πολλὰ προβλήματα ἔχουσα, ὧν ἕκαστον ἐδεῖτο οὐ τῆς τυχούσης ἐξεργασίας, ἀλλὰ τοσαύτης, ὥστε ὑπερβαίνειν τὸν ἐπιστολικὸν χαρακτῆρα, καὶ συγγράμματος ἔχειν περιγραφήν. Ἐγὼ δὲ τὸ ἐμαυτοῦ τῆς διανοίας μέτριον, ὅση δύναμις, κατανοῶν, ἵνα μὴ ἀναισθητοίην ἐμαυτοῦ, θεωρῶ, ὅτι ἀπολείπομαι τῆς ἀπαιτουμένης ἀκριβείας εἰς τὴν ἀντιγραφὴν τῆς ἐπιστολῆς σου· ὡς καὶ οὐδ' ὀλίγαι τῆς ἐν Νικομηδείᾳ διατριβῆς ἡμέραι μοι διήρκουν πρὸς 11.49 τὸ κἀν κατὰ τὴν παροῦσαν λέξιν περὶ ὧν ἐξῄτησας καὶ ἀπῄτησάς με, ἐπιστεῖλαί σοι. ∆ιόπερ συγγνώμην ἀπονέμων τῇ τε μετριότητί μου καὶ τῇ ἀπὸ τοῦ καιροῦ στενοχωρία, ἔντυχε τῇ ἐπιστολῇ μετὰ πάσης εὐνοίας, συνεισφέρων εἴ τι ὑφ' ἡμῶν παραλέλειπται. Καὶ πρῶτόν γε ἔφασκες, ὅτι ἡνίκα διελεγόμην τῷ ἑταίρῳ ἡμῶν Βάσσῳ, καὶ συνεχρώμην τῇ τοῦ ∆ανιὴλ νεωτέρου προφητεύσαντος περὶ τῶν κατὰ τὴν Σωσάνναν Γραφῇ, τοῦτο πεποίηκα, ὡς λανθάνοντός με τοῦ μέρους τοῦ βιβλίου κεκιβδηλευμένου ὄντος. Καὶ ἔλεγες τὴν περικοπὴν ταύτην ἐπαινεῖν μέν πως ὡς τι χαρίεν· ἔφασκες δὲ ψέγειν ὡς οὖσαν σύγ- γραμμα νεωτερικὸν καὶ πεπλασμένον· καὶ ὅτι, ὡς οὐδὲ Φιλιστίων ὁ μῖμος, ἐχρήσατο ἀναπλάσας τὸ συγγραμμάτιον τῇ τῶν ὀνομάτων γειτνιάσει, πρίνου πρὸς πρίσιν, καὶ σχίνου πρὸς σχίσιν· Ἅπερ κατὰ μὲν τὴν Ἑλλήνων φωνὴν τοιαῦτα εἶναι δοκεῖ, κατὰ δὲ τὴν Ἑβραίων οὐδαμῶς. Ἴσθι τοίνυν πρὸς ταῦτα, τί χρὴ ἡμᾶς πράττειν οὐ περὶ τῶν κατὰ Σωσάνναν μόνον, ἐν μὲν τῷ καθ' Ἕλληνας Ἑλληνικῷ φερομένων ἐν πάσῃ Ἐκκλησίᾳ Χριστοῦ, παρὰ δὲ Ἑβραίοις μὴ κειμένων· οὐδὲ περὶ τῶν, ὡς ἔφασκες, ἄλλων δύο περικοπῶν τῶν ἐπὶ τέλει τοῦ βιβλίου περί τε τῶν κατὰ τὸν Βὴλ, καὶ τὸν δράκοντα ἀναγεγραμμένων, οὐδ' αὐτῶν ἐν τῷ ∆ανιὴλ τῶν Ἑβραίων γεγραμμένων· ἀλλὰ καὶ περὶ ἄλλων μυρίων, ἂ κατὰ τὴν μετριότητα ἡμῶν τοῖς Ἑβραϊκοῖς συγκρίναντες ἀντιγράφοις τὰ ἡμέτερα, πολλαχοῦ εὕρομεν. Ἐν μὲν γὰρ αὐτῷ τῷ ∆ανιὴλ περὶ τῆς καμίνου τῆς καιομένης, τὸ «πεπεδημένοι» εὕρομεν· ἐν δὲ τοῖς 11.52 ἡμετέροις ἀντιγράφοις περισσεύοντα παρὰ τὰ ἐν τοῖς Ἑβραϊκοῖς ἔπη οὐκ ὀλίγα, ὧν ἀρχὴ κατὰ μέν τινα τῶν φερομένων ἐν ταῖς ἐκκλησίαις ἦν οὕτως· «Προσηύξαντο Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαὴλ, καὶ ὕμνησαν τὸν Κύριον·» ἕως τοῦ· «Εὐλογεῖτε πάντες οἱ σεβόμενοι Κύριον τὸν Θεὸν τῶν θεῶν. Ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων. Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα ὑμνούντων αὐτῶν, καὶ ἐθεώρει αὐτοὺς ζῶντας.» Κατὰ δὲ ἕτερα· «Καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν Θεὸν, καὶ εὐλογοῦντες τὸν Κύριον·» ἕως τοῦ· «Εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν Κύριον τὸν Θεὸν τῶν θεῶν. Ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ.» Συνῆπτο δὲ ἐν τοῖς Ἑβραϊκοῖς τό· «Καὶ οἱ ἄνδρες ἐκεῖνοι οἱ τρεῖς Σεδρὰχ, Μισὰχ, Ἀβδενεγὼ, ἔπεσον εἰς μέσον τοῦ πυρὸς πεπεδημένοι·» τό τε· «Ὁ βασιλεὺς ὁ Ναβουχοδονόσορ ἐθαύμασε, καὶ ἀνέστη ἐν σπουδῇ, καὶ ἀπεκρίθη, καὶ εἶπε τοῖς μεγιστᾶσιν αὐτοῦ.» Οὕτω γὰρ Ἀκύλας δουλεύων τῇ Ἑβραϊκῇ λέξει ἐκδέδωκεν εἰπών· φιλοτιμότερον πεπιστευμένος παρὰ Ἰουδαίοις ἡρμηνευκέναι τὴν Γραφήν· ᾧ μάλιστα εἰώθασι οἱ ἀγνοοῦντες τὴν Ἑβραίων διάλεκτον χρῆσθαι, ὡς πάντων μᾶλλον ἐπιτετευγμένῳ. Τὰ δὲ παρ' ἡμῖν ἀντίγραφα, ὧν καὶ τὰς λέξεις ἐξεθέμην, τὸ μὲν ἦν κατὰ τοὺς Οʹ· τὸ δὲ ἕτερον κατὰ Θεοδοτίωνα· καὶ ὥσπερ παρ' ἀμφοτέροις ἔκειτο τὸ περὶ τὴν Σωσάνναν, ὡς σὺ φὴς, πλάσμα, καὶ αἱ τελευταῖαι ἐν τῷ ∆ανιὴλ περικοπαί·