Epistula ad ignotum (Fabianum Romanum) «Ὁ ἱερὸς καὶ θεῷ γνησίως ἀνακείμενος Ἀμβρόσιος πολλὰ προσαγορεύει σε· ὅστις νομίζων με φιλόπονον εἶναι καὶ πάνυ διψᾶν τοῦ θείου λόγου ἤλεγξε τῇ ἰδίᾳ φιλοπονίᾳ <καὶ> τῷ πρὸς τὰ ἅγια μαθήματα ἔρωτι· ὅθεν ἐπὶ τοσοῦτόν με παρελήλυθεν, ὥστε κινδυνεύειν ἀπαυδᾶν πρὸς τὰς αὐτοῦ προτάσεις. Οὔτε γὰρ δειπνῆσαι ἔστιν ὅτι μὴ ἀντιβάλλοντα, οὔτε δειπνήσαντα ἔξεστι περιπατῆσαι καὶ διαναπαῦσαι τὸ σωμάτιον, ἀλλὰ καὶ ἐν τοῖς καιροῖς ἐκείνοις φιλολογεῖν καὶ ἀκριβοῦν τὰ ἀντίγραφα ἀναγκαζόμεθα, οὔτε μὴν ὅλην ἐπὶ θεραπείᾳ τοῦ σώματος τὴν νύκτα ἔξεστιν ἡμῖν κοιμᾶσθαι, ἐπὶ πολὺ τῆς ἑσπέρας τῆς φιλολογίας παρατεινούνης· ἐῶ δὲ λέγειν καὶ τὰ ἕωθεν μέχρι τῆς ἐννάτης ἔσθ' ὅτε καὶ δεκάτης ὥρας· πάντες γὰρ οἱ θέλοντες φιλοπονεῖν τοὺς καιροὺς τούτους τῇ ἐξετάσει τῶν θείων λογίων καὶ ταῖς ἀναγνώσεσιν ἀνατιθέασι.