Fragmenta ex commentariis in Ezechielem

Fragmenta ex commentariis in Ezechielem

ΑΠΟ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΟΝ ΙΕΖΕΚΙΗΑ

̓Εκ τοῦ κʹ τόμου τῶν εἰς τὸν Ἰεζεκιήλ. 13.664 Τάδε λέγει Κύριος Κύριος· Ἰδοὺ ἐγὼ ἀνακρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων. Καὶ οὐχ ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε; Καὶ τὰ κατάλοιπα τῆς νομῆς κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν· καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε, καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον. (Μετὰ τὸ παραστῆσαι περὶ τῶν προβάτων καὶ κριῶν, καὶ περὶ προβάτων αἰγῶν, ὅτι σύνηθες τῇ Γραφῇ τὸ πρόβατον καὶ ἐπὶ τοῦ γένους τῶν αἰγῶν ἔσθ' ὅτε τάσσειν, ἐπιφέρει.) Τί οὖν ἐστιν ὃ καὶ ἐν τούτοις αἰνίσσεται, φέρε κατὰ δύναμιν ἐξετάσωμεν. Πᾶσα μὲν, οἶμαι, καλὴ νομὴ καὶ πᾶν τὸ καθεστηκὸς ὕδωρ τὰ ὅλα λόγιά ἐστι τῶν ἱερῶν γραμμάτων. Εἶτ' ἐπεί τινες τὰ μὲν τῶν γεγραμμένων ἐγκρίνουσιν ὡς ὠφέλιμα, τινὰ δὲ ἀποδοκιμάζουσιν ὡς οὐ σωτήρια, οὗτοι ἂν εἶεν οἱ μετὰ τὸ νε- νεμῆσθαι τὴν καλὴν ὧν ἐξελέξαντο νομὴν, καὶ πεπωκέναι τὸ καθεστηκὸς οὗ ἔκριναν εἶναι βελτίονος ὕδατος, τὸ λοιπὸν τῆς νομῆς καταπατοῦντες, καὶ τὸ λοιπὸν ὕδωρ τοῖς ποσὶν ἑαυτῶν ταράσσοντες. Τοιοῦτοι δέ εἰσιν οἵτε τὴν μὲν Καινὴν ἐγκρίνοντες, τὴν δὲ Παλαιὰν ἀποδοκιμάζοντες ∆ιαθήκην, καὶ οἱ τῶν παλαιῶν Γραμμάτων τὰ μὲν ἀπὸ θειοτέρας λέγοντες εἶναι δυνάμεως καὶ τῆς ἀνωτάτω, τὰ δὲ ἀπὸ ὑποδεεστέρας. Πρόβατα δὲ ἴδια ἀναγορεύει ὁ ποιμὴν τοὺς μὴ ὑπερηφανοῦντας τὰ πατήματα τῶν ποδῶν ἐκείνων, καὶ μὴ ἐξουθενοῦντας τὰ πατήματα τῶν ποδῶν τῶν ψεκτῶν προβάτων, τράγων καὶ ἐρίφων· οὐ γὰρ ἐθέλησαν εἶναι πρόβατα κριῶν ἄξια τῶν δεξιῶν. Ἡμεῖς οὖν εὐχόμενοι εἶναι πρόβατα τοῦ ποιμένος, μηδέποτε φεύγωμεν νεμεσθῆναι καὶ τὰ αὐτόθεν ὅσον ἐπὶ τῷ ῥητῷ ἀπεμφαίνοντα τῶν Γραφῶν, καὶ διὰ τὴν ἀπέμφασιν τῆς λέξεως πατούμενα ὑπὸ τῶν μὴ δυναμένων, μηδὲ θελόντων χρῆσθαι πάσῃ τῇ νομῇ. Ἀλλὰ κἂν ᾖ τι ὕδωρ ὑπὸ τῶν ποδῶν ἐκείνων τεταραγμένον, ἀναμιξάντων τῷ καθαρῷ λόγῳ τῆς Γραφῆς δυσφήμους ἐπαπορήσεις, μὴ ἀποτρεπώμεθα δι' ἣν πεποιήκασι τῷ λόγῳ ταραχὴν πίνειν καὶ τὸ ὑπὸ τῶν ποδῶν αὐτῶν τεταραγμένον. Καὶ τήρει γε ἐπιμελῶς ὅτι πρὸς τοὺς ταράξαντας τὸ ὕδωρ καὶ πατήσαντας τὴν νομὴν λέγεται ὡς περὶ κρειττόνων· Καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν 13.665 ποδῶν ὑμῶν ἔπινον. Ἀλλὰ καὶ μηδεπώποτε νομὴν προφητικὴν ἡμεῖς πατήσωμεν, μηδὲ ὕδωρ νομικὸν ταράξωμεν· ἁμαρτανόντων δέ τινων καὶ περὶ τὴν εὐαγγελικὴν νομὴν, καὶ τὸ ἀποστολικὸν ὕδωρ, ὥστε τῶν εὐαγγελικῶν τινα μὲν πατεῖν, τινὰ δὲ ὡς καλὴν νέμεσθαι νομὴν, καὶ τῶν ἀποστολικῶν ἢ πάντα ἀποκρίνειν ἤ τινα μὲν ἐγκρίνειν, τινὰ δὲ ἀποκρίνειν, ἡμεῖς καὶ τὰ ὅλα Εὐαγγέλια νεμηθῶμεν, καὶ μηδὲν αὐτῶν πατήσωμεν, καὶ πάντα τὰ ἀποστολικὰ πίνοντες, τὸ ὅσον ἐφ' ἡμῖν καθεστηκὸς ὕδωρ, αὐτὰ τηρήσωμεν καὶ μηδὲν τῶν ἐν αὐτοῖς ἀπιστίᾳ ταρασσούσῃ τοὺς οὐκ εἰδότας συνιέναι τῶν λεγομένων ταράξωμεν.