Fragmenta ex commentariis in Proverbia

 οὐδὲν αὐτοῖς λαλεῖ· ὃ καὶ μέχρι τῆς δεῦρο ποιεῖ· οἱ γὰρ ὄχλοι οὐ χωροῦσι παραβολῶν ἑρμηνείαν. Πρόσχες δὲ καὶ τῷ, Ἀφεὶς τοὺς ὄχλους εἰσῆλθεν εἰς τὴν οἰ

 τῆς προτέρας ἐπισκοπῆς ἐστράφη εἰς τὴν ἐμὴν ταλαιπωρίαν ἡ βαρυνομένη σου χεὶρ κατ' ἐμοῦ. Καὶ ἀξίως γε ταῦτα πέπονθα, παγείσης μοι ἀκάν θης, ἡνίκα ἐκρα

 ὅπερ ἐπήγαγεν· Ἐναντίον τῶν πατέρων αὐτῶν ἐποίησε θαυμάσια. Καὶ κατὰ τὸ ῥητὸν διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐ τούς· πάντα γὰρ γέγονεν, εἰ καὶ σύμβο

 ἁγίῳ Εὐαγγελίῳ χήραν ὅλον ἑαυτῆς βαλοῦσαν τὸν βίον, καὶ δικαιωθεῖσαν, οὐ παρὰ τοὺς ἐξ ἁρπαγῆς, ἀλλὰ παρὰ τοὺς ἐκ περιου σίας βαλόντας. Πάντα δὲ, δόσις

 ἀνθρώπων προάγοντος εἰς ζωὴν αἰώνιον, οὐ δυνατὸν νοηθῆναι τὰς τρίβους αὐτῶν. Τοιγαροῦν τῶν ἐνδόξων τῆς γῆς βασιλέων ἢ καὶ ἀρχόντων ἀλλότριον θεοσεβεία

Fragmenta ex commentariis in Proverbia

ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ ΣΟΛΟΜΩΝΤΟΣ.

13.17 ΚΕΦ. Αʹ. Παροιμίαι Σολομῶντος υἱοῦ ∆αυΐδ. Υἱὸς ∆αυῒδ καὶ ὁ Σωτὴρ λέγεται. Οὗτος εἰρηνικὸς ἡμῶν Σωτὴρ ὁ γενόμενος ἐκ σπέρματος ∆αυῒδ, τὸ κατὰ σάρκα, ἐβασίλευσεν ἐν Ἰσραήλ. ∆ιὸ καὶ ἐπεγράφη τὴν ὑπὲρ ἀνθρώπων οἰκονομίαν τελῶν· Οὗτός ἐστιν ὁ βασι λεὺς τῶν Ἰουδαίων. Ἰουδαῖοί εἰσιν, ὁ Ἰσραὴλ, ὧνεἰρηνικὸς Σωτὴρ βασιλεύει ὡς διορατικῶν, ἐὰν ὦσιν ἀληθῶς Ἰσραήλ. Οὐ γὰρ ὅσοι σπέρμα τοῦ Ἀβραὰμ, πάντως καὶ τέκνα, τῷ μὴ ποιεῖν τὰ ἔργα τοῦ Ἀβραάμ. Τοῦ γνῶναι σοφίαν καὶ παιδείαν. Σοφία ἐστὶν ἐπιστήμη θείων καὶ ἀνθρωπίνων πραγμάτων κατά 13.20 ληψις· κατὰ δέ τινας, ἀτμίς ἐστι τῆς τοῦ Θεοῦ δυ νάμεως, καὶ ἀπόῤῥοια τῆς τοῦ Παντοκράτορος δόξης εἰλικρινής· οὐδὲν γὰρ εἰς αὐτὴν σκοτεινὸν ἐμπίπτει· ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. Ὁ γινώσκων ἔργα σοφίας, ταῦτα γινώσκει, τουτέστι, τὸ ἀπαύγα σμα τοῦ ἀϊδίου, καὶ τὸ ἀκηλίδωτον ἔσοπτρον τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ τὴν εἰκόνα τῆς ἀγαθότητος αὐτοῦ. Ταῦτα δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ γνῶναι τὸν Υἱὸν τῆς τοῦ Θεοῦ ἀγάπης, καὶ τὴν σοφίαν τὸν Χρι στόν. Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Τοῦτο δὲ οὐκ ἀπὸ σαρκὸς καὶ αἵματος, ἀλλ' ἀπὸ τοῦ οὐρανίου Πατρὸς ἀποκαλύπτεται. Γινώσκει δὲ σοφίαν, καὶ ὁ τὴν ἐπιστήμην εἰδὼς τῶν θείων, νομικῶν καὶ προφητικῶν, εὐαγγελικῶν τε καὶ ἀποστολικῶν λο γίων. Ἐπὶ τὴν πέτραν τίθησι τὸν θεμέλιον, τουτέ στιν ἐπὶ τῇ πίστει Χριστοῦ, ὡς ἀντέχειν πρὸς βρο χὰς, καὶ ἀνέμους, καὶ πνεύματα, δηλαδὴ τοὺς ὁθεν οῦν γινομένους πειρασμούς. Εἰ δέ φησιν ὁ Λουκᾶς ὡς ἐπῄνεσε τὸν οἰκονόμον τῆς ἀδικίας, κατεχρήσατο, τὸν ἔπαινον ἐπὶ τῆς ἐντρεχείας λαβὼν, διά τε τῆς δια νοίας ὀξύ· ὅπερ ἔοικε δηλοῦσθαι κἀν τῷ, Ὁ δὲ ὄφις φρονιμώτατος πάντων τῶν θηρίων, καθ' ὃ λέλεκται καὶ τὸ, Γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις· οἱονεὶ μὴ ἄπειροι τῶν τοῦ ὄφεως πανουργημάτων. Νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥή σεις τε σοφῶν καὶ αἰνίγματα. Τίνα διαφορὰν ἔχει ταῦτα πρὸς ἄλληλα, κατανοήσωμεν· καὶ πρῶτον τί ποτέ ἐστι παραβολὴ ἴδωμεν, ἀφ' ὧν ἔχομεν εὐαγγε λικῶν ἀφορμῶν. Ἐχρήσαντο γὰρ τῷ ὀνόματι τῆς παραβολῆς ἄλλοι τε, καὶ Ματθαῖος οὕτως· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει, καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς· Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. Ἔστι τοίνυν παραβολὴ λόγος ὡς περὶ γενομένου, μὴ γενομένου μὲν κατὰ τὸ ῥητὸν, δυνα μένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς πραγμάτων ἐκ μεταλήψεως τῶν ἐν τῇ παραβολῇ λελεγμένων. Οὐ γὰρ γέγονε κατὰ τὴν λέξιν τὸ, Ἐξῆλθεν ὁ σπείρων, ὡς λέγομεν γεγονέναι τὰ τῆς ἱστορίας· πλὴν δυνατὸν γενέσθαι κατὰ τὸ ῥητόν· Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων, κ. τ. ἑ. Ἐγὼ μέντοι νομίζω τοῖς ἔξω λαλοῦντα τὸν Ἰησοῦν ἐν παραβολαῖς, οἷς, διὰ τὸ εἶναι ἔξω, οὐκ ἐδέ δοτο εἰδέναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, ἐξεληλυθέναι τῆς οἰκίας, ὡς ὁ Ματθαῖος ἀνέγραψεν, οὐ χωρὶς αἰτίας καὶ λόγου ποιήσας τὸ, Ἐν τῇ ἡμέ ρᾳ ἐκείνῃ, ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας, ἐκάθητο παρὰ τὴν θάλασσαν. Ἔπρεπε γὰρ πρὸς τοὺς μὴ χωροῦντας εἰσελθεῖν αὐτοὺς εἰς τὴν οἰκίαν, ἀλλ' ὄντας ἔξω αὐτῆς, ἐξελθεῖν αὐτῆς. Ὅτι δὲ τοιοῦτόν τι τῷ Ματθαίῳ κατὰ τὸν τόπον νενόηται, σαφὲς ἔσται τῷ τετηρηκότι τὰ ἐπιφερόμενα· Ἀφεὶς γὰρ, φησὶ, τοὺς ὄχλους, εἰσῆλθεν εἰς τὴν οἰκίαν αὑτοῦ, καὶ τοῖς μαθηταῖς ἀνακαλύπτει τὰ τῆς παραβολῆς. Παρατή ρει γὰρ ἐν τούτοις τίνα τρόπον τοῖς ὄχλοις ἐν παρα 13.21 βολαῖς ὁ Ἰησοῦς λάλει, καὶ χωρὶς παραβολῆς