Fragmenta ex commentariis in epistulam ad Ephesios Eph. i 1 Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ. ἀκούσωμεν τί καὶ Ὠριγένης φησὶ περὶ τούτου εἰ ἡ διὰ πρόθεσις τὸ ὑπηρετικὸν ἐμφαίνει (ὥσπερ ἐπὶ πλεῖον ἐξητάσαμεν διηγούμενοι τὸ πάντα δι' αὐτοῦ ἐγένετο, τιθέντες καὶ τὰς φαινομένας ἡμῖν εἰς τοῦτο ἀνθυποφοράς), ζητητέον πῶς ἀπόστολός ἐστι Παῦλος Χριστοῦ Ἰησοῦ οὐκ ἐκ θελήματος Θεοῦ ἀλλὰ διὰ θελήματος Θεοῦ. ὁ μὲν οὖν τις ἐρεῖ, μὴ πάνυ ἀκριβοῦν πανταχοῦ τὸν Παῦλον τὰ τῶν προθέσεων ἰδιώματα, ὅπερ αὐτὸν ποιεῖν καὶ ἐπ' ἄλλων σημαινομένων. ἄλλος δέ, διαφορὰν εἰδὼς τοῦ «διὰ Θεοῦ» καὶ τοῦ διὰ θελήματος Θεοῦ, ἐρεῖ ὅτι ἄτοπον ἂν ἦν εἰ ἐγέγραπτο Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ Θεοῦ· εἰ δὲ τὸ θέλημα τοῦ Θεοῦ ὑπηρετικόν ἐστιν, ἡγουμένου ὄντος αὐτοῦ τοῦ χρωμένου αὐτῷ, οὐκ ἂν εἴη τοῦτο ἄλογον. ἐπιστήσεις δὲ καὶ περὶ τοῦ θελήματος τοῦ Θεοῦ εἰ δύναται τάσσεσθαι ἐπὶ Χριστοῦ· ἵν' ὥσπερ ἐστὶ Θεοῦ δύναμι καὶ Θεοῦ οφία, οὕτως ᾖ καὶ θέλημα αὐτοῦ, Θεοῦ ὑπόστασιν ἔχον αὐτόν· ἐὰν δέ τινι ἀπεμφαῖνον φαίνηται οὐσιῶσθαι λέγειν τὸ τοῦ Θεοῦ θέλημα, ἐπιστησάτω εἰ μὴ ἡ δοκοῦσα ἀπέμφασις παραπλήσιός ἐστι καὶ ἐπὶ δυνάμεω Θεοῦ καὶ οφία Θεοῦ καὶ λόγου Θεοῦ, καὶ ἀληθεία καὶ ἀνατάεω καὶ ὁδοῦ· παραπλήσιος γάρ μοι δοκεῖ τυγχάνειν περὶ πάντων τούτων, ὡς οὐσιωμένων ἐν τῷ μονογενεῖ Λόγῳ. 2 Eph. i 1b [τοῖς ἁγίοις τοῖς οὖσιν καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ.] [Ὠριγένης δέ φησι] ἐπὶ μόνων Ἐφεσίων εὕρομεν κείμενον τὸ τοῖς ἁγίοις τοῖς οὖσι· καὶ ζητοῦ μεν, εἰ μὴ παρέλκει προσκείμενον τῷ τοῖς ἁγίοις <τὸ> τοῖς οὖσι, τί δύναται σημαίνειν. ὅρα οὖν εἰ μὴ ὥσπερ ἐν τῇ Ἐξόδῳ ὄνομά φησιν ἑαυτοῦ ὁ χρηματίζων Μωσεῖ τὸ <ὁ> ὤν, οὕτως οἱ μετέχοντες τοῦ ὄντος γίνονται ὄντες, καλούμενοι οἱονεὶ ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι· ἐξελέξατο γὰρ ὁ Θεὸ τὰ μὴ ὄντα, φησὶν ὁ αὐτὸς Παῦλος, ἵνα τὰ ὄντα καταργήῃ. καὶ ζητήσει τις, πῶς τὰ ὄντα καταργεῖ· ἀλλὰ ἀκούωμεν ἐπιφέροντος αὐτοῦ τὸ ὅπω μὴ καυχήηται πᾶα ὰρξ ἐνώπιον τοῦ Θεοῦ. ἐὰν γάρ τις μετεσχηκὼς τοῦ εἶναι, ἐπιλαθόμενος τῆς μετοχῆς, ἑαυτῷ καταχαρίσηται τὴν τοῦ εἶναι αἰτίαν, καὶ μὴ τὴν πᾶσαν εὐχαριστίαν ἀναφέρῃ ἐπὶ τὸν ἐκ τοῦ μὴ εἶναι τὸ εἶναι αὐτῷ ὅμοιον καὶ κατ' εἰκόνα χαρισάμενον, τότε καταργεῖται τὸ ὄν. [i 3] εὐλόγητος ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. ὁ μέν τις ἐρεῖ, διὰ τὰς ἐν Λευιτικῷ καὶ ∆ευτερονομίῳ εὐλογίας καὶ εἴ που ἄλλοθι τῆς γραφῆς τοιαῦται εἰσὶν ἀναγεγραμμέναι, πρὸς ἀντιδιαστολὴν ἐκείνων δέ, λέγεσθαι τὴν πνευματικὴν εὐλογίαν· ὡς τοῦ Θεοῦ καὶ Πατρὸς Ἰησοῦ Χριστοῦ ἡμᾶς εὐλογοῦντος οὐκ ἐν σωματικῇ ὁμοίως ἐκείνοις εὐλογίᾳ, ἀλλὰ πνευματικῇ. καὶ οὕτω γε ἐκδέξονται οἱ ἑτερόδοξοι, νομίσαντες ἂν καὶ ἀφορμὴν τοῦ διακόπτειν τὴν θεότητα ἐκ τοιαύτης ἐκδοχῆς λήψεσθαι. ἡμεῖς δὲ παραστήσαντες ὅτι οὐδὲ ἐπὶ τῶν κατὰ νόμον δέδονται αἱ εὐλογίαι, εἰ σωματικῶς νοηθεῖεν, τοῖς πεπιστευμένοις κατὰ τὸν νόμον καὶ ὑγιῶς βεβιωκέναι, ἐλέγξομεν τοὺς οὕτως ὑπειληφότας ἤτοι ψεύδεσθαι τὸν τὰς εὐλογίας δεδωκότα, ἢ τὸ μὴ ἀπὸ τῆς προχείρου ἐκδοχῆς νοούμενον ἐπηγγέλθαι τοῖς βιώσασι καθὼς προσέταξεν. ἀκόλουθον γάρ ἐστι τῷ ὁ νόμο πνευματικό ἐτι καὶ τὰς ἐν αὐτῷ εὐλογίας εἶναι πνευματικάς. οὐ τετεύχασι δὲ σωματικῶς τῶν εὐλογιῶν, φέρ' εἰπεῖν, οἱ προφῆται· οὐ γὰρ ἐδάνειαν ἔθνει πολλοῖ ἄνθρωποι περιελθόντε ἐν μηλωταῖ, ἐν αἰγίοι δέρμαιν, ὑτερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαι πλανώμενοι καὶ ὄρει καὶ πηλαίοι καὶ ταῖ ὀπαῖ τῆ γῆ, οὐδὲ εὐλόγηνται ἐν πόλει ἢ ἐν ἀγρῷ· ἀλλ' οὐδὲ αἱ ἀποθῆκαι αὐτῶν εὐλόγηνται, ἃς οὐδὲ ἐκτήσαντο τὴν ἀρχήν. καὶ ὅρα εἰ μὴ ἐκ τούτων ἀναγκάσομεν τοὺς ἄλλως νοοῦντας μεταθέσθαι (εἰ τηροῖεν τὸ ἀξίωμα τοῦ τὰς εὐλογίας δεδωκότος Θεοῦ) πρὸς τὸ πνευματικῶς αὐτὸν δεδωκέναι αὐτὰς τοῖς μακαρίοις ἑαυτοῦ. οὐ μόνον δὲ πᾶσα εὐλογία πνευματική ἐστιν ἣν εὐλόγηνται