Fragmenta in Lucam 1a Ἐπειδὴ ὑπέρογκον ἦν τὸ ἐπιχείρημα ἄνθρωπον ὄντα θεοῦ διδασκαλίαν καὶ ῥήματα συγγράφειν, εἰκότως ἀπολογεῖται ἐν τῷ προοιμίῳ. οὐχ ἁπλῶς δὲ πεπιστευμένων εἶπεν, ἀλλὰ «πεπληροφορημένων», τὸ ἀπαράβατον τοῖς λεγομένοις μαρτυρῶν. «πραγμάτων» δέ φησιν, ἐπειδήπερ οὐ κατὰ φαντασίαν κατὰ τοὺς τῶν αἱρετικῶν παῖδας ἐδραματούργησεν Ἰησοῦς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν, ἀλλὰ τυγχάνων «ἀλήθεια» πρὸς ἀλήθειαν ἐνήργησε τὰ πράγματα. 2 [παραπλησίως δὲ καὶ Λουκᾶς] ὁ τὸ παρὸν εὐαγγέλιον συγγραψάμενος, προτραπεὶς παρὰ τοῦ κορυφαίου Πέτρου· ὥστε σημαίνει τὸ «ἐπεχείρησαν» τὸ χωρὶς χαρίσματος ἐλθεῖν <ἐπὶ> τὴν ἀναγραφὴν τῶν εὐαγγελίων τινάς, τὸ δὲ «ἀνατάξασθαι» σημαίνει τὸ ἐκθεῖναι, τὸ ἐξηγήσασθαι, τὸ συγγράψαι. 3 «ἀνατάξασθαι» ἀντὶ τοῦ συντάξαι γραφῇ καὶ φανερῶσαι τὸν λόγον 4 ∆ύνασαι δὲ καὶ ἑτέρως ... εχπλ. παρόντες οἱ μαθηταί. 5 Ὅτι μὲν οὖν παρὰ τῶν αὐτοψίᾳ θεασαμένων καὶ αὐτηκόων γενομένων παρέλαβεν, σαφῶς ὡμολόγησεν εἰπών· «καθὼς παρέδοσαν ὑμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου». καὶ χρὴ τούτῳ μὲν καὶ Μάρκῳ πείθεσθαι, ὡς ἅπερ ἀκηκόασιν ἀκριβῶς ἀναγραψαμένοις, Ἰωάννῃ δὲ καὶ Ματθαίῳ, ὡς ἅπερ ἑωράκασι γράφουσιν. τὰ οὖν νόμιμα εὐαγγέλια τιμητέον ἐξ ἴσου, μὴ νόμον τὴν ὄψιν τῶν ἑωρακότων τιμώντων, ἀλλὰ καὶ τὴν ἀκοὴν τῶν ἀκηκοότων· ἀληθεῖς γὰρ ἀληθῶν διάδοχοι καὶ τὸ παραδοθὲν αὐτοῖς φῶς εἰς ἡμᾶς παραπέμπουσιν, ἔπαινον κομιζόμενοι δίκαιον παρ' ἡμῶν. 6 [διαβεβαιοῦται, ὅτι παρηκολούθησεν ... «πᾶσιν»] τοῖς αὐτόπταις καὶ ὑπηρέταις, ἵνα μὴ τῇδε κἀκεῖσε περιφερόμενος ἀποτραπῇς τῆς εὐθείας ὁδοῦ· οὐ γὰρ ἕτερα κατηχηθείς, ἕτερα νῦν παρὰ τῆσδε τῆς γραφῆς ἐνηχηθήσῃ, ἀλλὰ «περὶ ὧν» τὴν γνῶσιν εἴληφας τελεωτέραν δέξῃ «τὴν ἀσφάλειαν».