Fragmentum ex homiliis in Acta apostolorum
ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΑΣ ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ. Ἐκ τῆς εἰς τὰς Πράξεις ὁμιλίας δʹ. 14.829 Ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αυῒδ περὶ Ἰούδα· 14.832 ἐν ᾧ ψαλμῷ τὰ περὶ τοῦ Ἰούδα γέγραπται. Εἴποι τις ἂν, ὅτι οὐ τὸ Πνεῦμα τὸ ἅγιον λαλεῖ· σαφῶς γὰρ τοῦ Σωτῆρός εἰσιν οἱ λόγοι λέγοντος· Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσης· ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου, ἐπ' ἐμὲ ἠνοίχθη· καὶ τὰ ἑξῆς ἕως· Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Πῶς οὖν, εἰ ὁ Σωτήρ ἐστιν ὁ ταῦτα λέγων, φησὶν ὁ Πέτρος· Ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αυΐδ; Μήποτε οὖν ὃ διδασκόμεθα ἐνταῦθα, τοιοῦτόν ἐστι. Προσωποποιεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς προφήταις· καὶ ἐὰν προσωποποιήσῃ τὸν Θεὸν, οὐκ ἔστιν ὁ Θεὸς ὁ λαλῶν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ προσώ-που τοῦ Θεοῦ λαλεῖ· καὶ ἐὰν προσωποποιήσῃ τὸν Χριστὸν, οὐκ ἔστιν ὁ Χριστὸς ὁ λαλῶν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ προσώπου τοῦ Χριστοῦ λαλεῖ. Οὕτω, κἂν προσωποποιήσῃ τὸν προφήτην, ἢ τὸν λαὸν ἐκεῖνον, ἢ τὸν λαὸν τοῦτον, ἢ ὅ τι δήποτε προσωποποιεῖ, τὸ ἅγιον Πνεῦμά ἐστι τὸ πάντα προσωποποιοῦν.