Homiliae in Exodum 217 ὁ τοῦ παρόντος αἰῶνος ὑπερορῶν καὶ ὑπὸ τοῦ λόγου τοῦ Θεοῦ «μετατεθεὶς» ὁδεύειν ἐπὶ τὸν αἰῶνα τὸν μέλλοντα ἐξῆλθεν ἐξ Αἰγύπτου, τῶν σωματικῶν καὶ θλιβόντων πραγ μάτων, ἅπερ «οἶκος» ἂν εἴη «δουλείας», ζητῶν τὸν οἶκον τῆς ἐλευ θερίας τὴν Ἱερουσαλήμ, στῆναι θέλων ἐν τῷ ἐξομολογεῖσθαι τῷ κυ 218 ρίῳ καὶ ὁρᾶν αὐτοῦ τὴν εἰρήνην· ὅτε καὶ γίνεται κύριος ὁ Θεὸς αὐτοῦ· οὐ γὰρ ἐν Αἰγύπτῳ, κἂν ὡς δεῖ τις ἐσθίῃ τὸ πάσχα, οὐδὲ κατά τινα τῶν εἰρημένων σταθμῶν. οὔπω γὰρ δουλείας ὁ τοιοῦτος ἐλεύθερος μετὰ τοσαύτην ἀπόδειξιν, εἰ μὴ «πρὸς ὄρει» γένοιτο «τοῦ Θεοῦ». τοῦτο τῆς ἐπιούσης δεκαλόγου προοίμιον. 221 τὰ μὲν οὖν ὁμοιώματα τῶν ὄντων εἰσὶν εἰκόνες ζῴων τε καὶ σωμάτων, τὰ δὲ εἴδωλα ἀνυπάρκτων ἐστὶν ἀναπλάσματα. Οὐ 222 γὰρ ὕπαρξις τὸ εἴδωλον· «οὐδὲν γὰρ εἴδωλον ἐν κόσμῳ» Παῦλος φησίν· οἷον εἴ τις ἱπποκενταύρους ἢ Πᾶνας ἢ τερατώδεις τινὰς ἀνα πλάσαιτο φύσεις. Πᾶν ἄρα νόημα κατὰ περιληπτικὴν φαντασίαν ἐν περινοίᾳ τῆς θείας γινόμενον φύσεως εἴδωλον πλάττει Θεοῦ, ἀλλ' οὐ Θεὸν καταγγέλλει. Γένοιτο δ' ἂν καὶ τῶν ἐν οὐρανῷ ὁμοιώματα γραφόντων ἢ καὶ γλυφόντων τινῶν ἥλιον ἢ σελήνην· ἴσως δὲ καὶ περὶ τῶν κατ' ἀστρολογίαν φησὶ δεκανῶν· ἀλλοκότους γάρ τινας δια γράφουσι δαίμονας, ἅπερ ἴσως «πνευματικὰ τῆς πονηρίας ἐν τοῖς 223 ἐπουρανίοις» ὠνόμασται κατὰ τὸν λόγον τοῦ λέγοντος Θεοῦ· «ἐμε θύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ». Τούτους γὰρ ἐν πίναξιν ἀστρο λογικοῖς καταγράφουσιν ἔν τε φυλακτηρίοις ἀποτρεπτικοῖς δαιμόνων ἢ προτρεπτικοῖς, ἐν οἷς ἄν τις εὕροι τὰ μὲν ὁμοιώματα, τὰ δὲ εἴδωλα. «οὐ προσκυνήσεις αὐτοῖς οὐδ' οὐ μὴ λατρεύσῃς αὐτοῖς». ὁ μὲν λα τρεύων καὶ προσκυνεῖ, προσκυνῶν δέ τις οὐ πάντως λατρεύει· τὸ μὲν γὰρ ψυχῆς σεβομένης, τὸ δὲ καὶ μέχρι τοῦ σχήματος· οἷά τινες ἔσθ' ὅτε καθυποκρίνονται δυναστείαν θεραπεύοντες ἢ πάθεσι χαρι ζόμενοι κατὰ τοὺς ἐν τοῖς Ἀριθμοῖς εἰδωλολατρήσαντας. Γέγραπται γὰρ περὶ αὐτῶν ὅτι οὐκ ἐλάτρευσαν οὐδὲ ἐδούλευσαν τοῖς εἰδώλοις 224 αὐτῶν. Ὁ δὲ Θεὸς ἀγαπᾶσθαι θέλων «ἐξ ὅλης ψυχῆς» οὐδὲ τῶν ἄχρι σχήματος ἀσεβούντων ἀνέχεται· χρὴ γὰρ τοὺς ἀλλοτρίους θεοὺς ἀρ νησάμενον «μερίδα» γενέσθαι «Θεοῦ» «ἐξ ὅλης» αὐτὸν ἠγαπηκότα «ψυχῆς» καὶ τῶν πρὶν κακῶν ἐραστῶν τῆς πορνευούσης ἐκ θεοῦ ψυχῆς ἀφι στάμενον, ὡς καὶ περὶ τῆς Ἱερουσαλὴμ εἴρηται δυσμενῶν αὐτῇ γεγο νότων τῶν ἐραστῶν, ἣ καί φησιν· «ἀποστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν». Εἰ δὲ μὴ οὕτως ἐπι 225 στρέψῃς, ὡς αὐτόν σε παραδέξασθαι καὶ λοῦσαι καὶ καθαρίσαι συγ χωροῦντα τὴν ἁμαρτίαν, γέγονας ἐν μεγίστῳ κινδύνῳ. Τοιγαροῦν Ἰησοῦς πρὸς τοὺς υἱούς φησιν Ἰσραήλ· «ὑμεῖς αὐτοὶ ἐκλέξασθε πότερον λατρεύετε τοῖς θεοῖς τῶν τόπων τούτων ἢ λατρεύετε τῷ Θεῷ Ἰσραήλ»· ἐκείνων δὲ λεγόντων· «λατρεύομεν Κυρίῳ τῷ Θεῷ», φησίν· «ὑμεῖς μάρτυρες καθ' ὑμῶν ὅτι ὑμεῖς ἐξελέξασθε λατρεύειν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ». Κίνδυνος γὰρ ἐκείνων ἀποστάντα μὴ γνησίως προσελθεῖν τῷ Θεῷ· πολλὰ γὰρ τὰ πολεμοῦντα καὶ πάλιν ἀποσπάσαι βουλόμενα πρὸς μερίδα τὴν ἑαυτῶν κατὰ «τὸ πνεῦμα τὸ ἐξελθὸν καὶ διὰ τῶν ἀνύδρων οὐχ εὑρίσκον ἀνάπαυσιν, εἶτα τὸν οἶκον εὑρόν, ὅθεν ἐξῆλθε, σχολάζοντα καὶ μόνον μὲν φοβηθὲν εἰσελθεῖν, μεθ' ἑπτὰ δὲ 226.20 πονηροτέρων ποιοῦν τὰ ἔσχατα τῶν πρώτων βαρύτερα». Κρῖνον γὰρ τὸν ὑποστρέφοντα πρὸς τοὺς δαίμονας, καὶ τὸν μετὰ ταῦτα βίον εὑρήσεις χείρω γεγονότα τοῦ πρὶν αὐτὸν προσελθεῖν τῷ Θεῷ. Οἰκεῖ γὰρ δαιμόνιον ἐν ἑκάστῳ τῶν ἐθνικῶν, «ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια». Τοῦτον ἐκβαλὼν ἐὰν μὴ σχῇς τὸν εἰρηκότα· «ἐνοι κήσω ἐν αὐτοῖς καὶ ἔσομαι αὐτῶν Θεός», δέδωκας σαυτὸν ἐκείνῳ τε καὶ τοῖς πονηροτέροις ἑπτά· Θεοῦ γὰρ ὄντος οὐχ ἥξουσι· «τίς γὰρ μετοχὴ δικαιοσύνης καὶ ἀδικίας ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος· ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων· τίς μερὶς πιστοῦ μετὰ ἀπίστου;». Ἡμεῖς γὰρ «ναὸς Θεοῦ» ἐσμὲν