Homiliae in Genesim 23 ζητεῖται δὲ ποταπὸν δεῖ νοῆσαι τὸ σχῆμα τῆς κιβω τοῦ· ὅπερ νομίζω, φησίν, ὅτι πυραμοειδές ἐστιν, ἀρχόμενον ἀπὸ μήκους τʹ πήχεων, ἀπὸ δὲ πλάτους νʹ καὶ ἐπὶ λʹ τοῦ ὕψους πήχεις ἐπι συναγόμενον, ὥστε τὴν κορυφὴν γενέσθαι μήκους καὶ πλάτους πῆχυν. Ἔστω δὲ τὰ μὲν κάτω αὐτῆς, ἅπερ ὠνόμασται κατάγαια, ὀροφῶν βʹ, τὰ δὲ ὑπὲρ τὰς δύο ὀροφὰς ἐπὶ τὸ ἀνωτέρω ὀροφῶν γʹ. Τοῦτο δὲ καὶ ὁ Σύμμαχος σαφῶς ἐξέθετο εἰπών· «κατὰ τὰ δίστεγα καὶ τρίστεγα ποιήσεις αὐτήν». Νοείσθω δὲ καθ' ἑκάστην ὀροφὴν ἀποδιαλαμβα νόμενα χωρία ὑπὲρ τοῦ χωρίζεσθαι τὰ ἀνομοιογενῆ ζῷα ἅπερ καλεῖ νοσσιάς, ὁ δὲ Σύμμαχος καλιάς. Τετράγωνα δὲ ἔστω τὰ ξύλα· πρῶτον μὲν ἵνα μὴ πολὺς χρόνος καταναλίσκηται εἰς διαίρεσιν αὐτῶν· ἔπειτα, ὅπερ καὶ ἀληθέστερόν ἐστιν, ἵν' ἐξ ὁλοκλήρων ξύλων γινομένη ἀσφα 24 λεστέρα τυγχάνῃ· ἤμελλε γὰρ καὶ ὄρεσι προσπελάζειν καὶ ζάλην οὐ μικρὰν ὑφίστασθαι, πρὸς ἅπερ οὐκ ἀντεῖχεν εἰ μὴ ἐξ ὁλοκλήρων κατε σκεύαστο ξύλων. Αἱ δὲ νοσσιαὶ καὶ διεχώριζον τὰ ζῷα καὶ σύνδεσιν εἰργάζοντο τῷ κατασκευάσματι. Ὑπὲρ δὲ τοῦ μὴ ἔχειν παρείσδυσιν τὸ ὕδωρ ἀσφάλτῳ περιαληλίφθω ἔξωθέν τε καὶ ἔσωθεν· Εὖ δὲ καὶ τὸ εἶναι τὸ μῆκος τοῦ πλάτους μεῖζον· οὕτω γὰρ εὐκίνητον ἦν· τοι αῦτα γὰρ τὰ σκάφη τῆς ἀναλογίας φυλαττομένης τῷ σχήματι. Ἅμα δὲ καὶ πρὸς τοσοῦτον ὕδωρ ἐτύγχανεν ἀσφαλὲς οὔτε περιτραπῆναι διὰ τὸ σχῆμα δυνάμενον ἐξ ἀνέμων ἢ τῶν κυμάτων οὔτε κλινόμενον ἢ πλα γιαζόμενον· τρόπον δὲ οἰκίας τεθεμελιωμένης ἑστώσης ἐν ὕδατι τῆς κι βωτοῦ. Καὶ οὐκ ἄν τις ἀσφαλέστερον ἐπινοήσειε σχῆμα πρὸς τοσαύ την φοράν τε καὶ βίαν. Εἰ δὲ ὅτι τετράγωνος κάτωθεν γέγονέ τις λέγοι, καὶ τοῦτο οὐκ ἀπεικότως· ἐπείπερ οὐκ εἰς τὸ πλεῖν προηγου μένως, ἀλλ' εἰς τὸ φυλάττειν ἐγένετο· ἄλλως τε καὶ κατεποντοῦτο ταχέως, εἰ μὴ τετράγωνον ἦν. Παραδέδοται δὲ οὐκ ἀπιθάνως ἥ τε χρεία τῶν δύο καταγαίων ὀροφῶν κεχωρισμένων παρὰ τὰς ἀνωτέρω καὶ τῶν τριῶν ἰδίᾳ ὠνομασμένων· ἐπεὶ γὰρ ἐνιαυτὸν πεποίηκε πάντα τὰ ζῷα ἐν τῇ κιβωτῷ, πάντως ἔδει πρόνοιαν γενέσθαι τῆς τε ἐπιτη 25 δείου πᾶσι τροφῆς αὐτάρκους πρὸς ἐνιαυτὸν καὶ τῆς τῶν ἐκκρινομέ νων σκυβάλων χώρας δυναμένης μὴ ἐνοχλεῖν τοῖς ζῴοις καὶ μάλιστα τοῖς ἀνθρώποις. Φασὶ τοίνυν ὅτι ἡ μὲν κατωτέρω καὶ πρὸς τῷ πυθμένι τοῦ διωρόφου στέγη εἰς σκύβαλα ἀπετέτακτο· ἡ δὲ ταύτης ἀνωτέρω εἰς τὴν συναγωγὴν τῆς τροφῆς τῶν ζῴων, <ὥστε εὐπορεῖν τὰ μὲν σαρκοβόρα σαρκῶν, τὰ δὲ ἕτερα ζῷα παρὰ τὰ εἰς διατήρησιν εἰσαχθέντα τροφῆς ἕνεκεν εἰσαχθῆναι εἰς τὴν κιβωτόν· τὰ δὲ μὴ τοι αῦτα τῆς ἐπιτηδείου ἕκαστον εὐπορῆσαι τροφῆς. Ταῦτα μὲν εἰς τὸν περὶ τῶν καταγαίων διωρόφων λόγον>. Τὸ δὲ μετὰ ταῦτα τριώροφον τοῖς ζῴοις ἀπετέτακτο κατὰ τὰς ὀνομασθείσας νοσσιάς. Καὶ εἰκός, ὅτι τῷ μὲν τῶν ὄφεων γένει καὶ θηρίων ἡ τοῦ κατωτάτου τριωρό φου χώρα ἀπενεμήθη, τοῖς δὲ κτήνεσι καὶ τοῖς λοιποῖς τῶν τιθασω τέρων ἢ ἡμερωτέρων τάξει καὶ λόγῳ τὰ ἀνωτέρω. Ἐχρῆν δὲ τὸν ἄνθρωπον ὥσπερ τῇ φύσει ἄρχοντα τῶν ἀλόγων, <ὧν ἐπιβέβηκεν αὐτός>, οὕτω καὶ χώρᾳ τῇ ἀνωτάτω τυγχάνειν περὶ τὴν τρίτην στέ 26 γην <ὑποχείρια ἔχοντα τὰ λοιπὰ τῶν ζῴων>. Πιθανὸν δὲ τὴν πλαγίαν θύραν, ἣν εἶπε, γεγονέναι περὶ τὴν κάτωθεν πρώτην στέγην, ἵνα ἐκεῖθεν εἰσελθόντα τὰ ζῷα πρὸς τὰς τεταγμένας χωροίη νεοττίας· εἰ γὰρ ἄνωθεν ἦν, μετὰ πολλῆς δυσκολίας ἀνῄει τε τὰ ζῷα πρὸς τὴν κιβωτὸν καὶ πρὸς τοὺς ἰδίους τόπους κατήρχετο. Θειοτέρας δὲ δυνάμεως ἔχρηζεν ἡ ἀσφάλεια τῆς κλειομένης ταύτης θύρας, οὐκέτι δυναμένου τινὸς ἔξωθεν ἀνθρώπου ἀσφαλτῶσαι αὐτὴν ὑπὲρ τοῦ μὴ παρεισδῦναι ὕδωρ. ∆ιὸ «ἔκλεισεν ὁ θεὸς» ὄπισθεν τοῦ Νῶε καὶ οὕτως «ἐγένετο ὁ κατακλυσμός». μετὰ δὲ τὸν κατακλυσμὸν παρετηρήσαμεν 27 ὅτι οὐκέτι ὡς ἐν τοῖς ἀνωτέρω θύραν ἀνέῳξεν ὁ Νῶε, ἀλλὰ «θυρίδα», ἵνα ἀποστείλῃ τὸν κόρακα. Βίαιον δέ τις τὴν παρατήρησιν ὑπελάμ βανεν, εἰ μὴ καὶ αἱ λοιπαὶ ἐκδόσεις δεύτερον μὲν