Homiliae in Leviticum 332 μὴ νοήσαντες δὲ διαφορὰν 333 ἰουδαϊσμοῦ ὁρατοῦ καὶ ἰουδαϊσμοῦ νοητοῦ, τουτέστιν «ἰουδαϊσμοῦ φανεροῦ» καὶ «ἰουδαϊσμοῦ τοῦ ἐν τῷ κρυπτῷ», οἱ ἀπὸ τῶν ἀθέων καὶ ἀσεβεστάτων αἱρέσεων εὐθέως διέστησαν ἀπὸ τοῦ ἰουδαϊσμοῦ καὶ τοῦ Θεοῦ τοῦ δόντος ταύτας τὰς γραφὰς καὶ ἀνέπλασαν ἕτερον θεὸν παρὰ τὸν δεδωκότα Θεὸν «τὸν νόμον καὶ τοὺς προφήτας», παρὰ «τὸν ποιήσαντα οὐρανὸν καὶ γῆν». τὸ δ' οὐχ οὕτως ἔχει, ἀλλ' ὁ δεδωκὼς τὸν νόμον δέδωκε καὶ τὸ εὐαγγέλιον· ὁ ποιήσας «τὰ βλεπόμενα» κατεσκεύασε καὶ «τὰ μὴ βλεπόμενα». καὶ συγγένειαν ἔχει «τὰ βλεπόμενα» καὶ «μὴ βλεπόμενα», οὕτω δὲ ἔχει συγγένειαν, ὥστε «τὰ ἀόρατα τοῦ Θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶσθαι». συγγένειαν ἔχει καὶ «τὰ βλεπόμενα» «τοῦ νόμου καὶ τῶν προφητῶν» πρὸς «τὰ μὴ βλε 334 πόμενα», ἀλλὰ νοούμενα «τοῦ νόμου καὶ τῶν προφητῶν». ἐπεὶ οὖν συνέστηκεν ἡ Γραφὴ καὶ αὐτὴ οἱονεὶ ἐκ σώματος μὲν τοῦ βλεπομένου, ψυχῆς δὲ τῆς ἐν αὐτῷ νοουμένης καὶ καταλαμβανομένης καὶ πνεύματος τοῦ κατὰ «τὰ ὑποδείγματα καὶ σκιὰν τῶν ἐπουρανίων»· φέρε, ἐπικαλεσάμενοι τὸν ποιήσαντα τῇ Γραφῇ σῶμα καὶ ψυχὴν καὶ πνεῦμα, σῶμα μὲν τοῖς πρὸ ἡμῶν, ψυχὴν δὲ ἡμῖν, πνεῦμα δὲ τοῖς «ἐν τῷ μέλλοντι αἰῶνι κληρονομήσουσι ζωὴν αἰώνιον» καὶ μέλλουσιν ἥκειν ἐπὶ τὰ ἐπουράνια καὶ ἀληθινὰ τοῦ νόμου, ἐρευνήσωμεν οὐ τὸ γράμμα, ἀλλὰ τὴν ψυχὴν ἐπὶ τοῦ παρόντος· εἰ δὲ οἷοί τέ ἐσμεν, ἀναβησόμεθα καὶ ἐπὶ τὸ πνεῦμα κατὰ τὸν λόγον τὸν περὶ τῶν ἀναγνωσθεισῶν θυσιῶν. 395 Ἡλικίας γὰρ ἡ κλῆσις [sc. γυναικός) τῆς οὐκέτι παιδίου ὡς καὶ ἡ τοῦ ἀνδρός. κἂν τὴν ἐν τῷ σπείρειν μὴ ἔχῃ πρᾶξιν· ∆ιὸ καὶ Παῦλός φησιν· «ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὑτοῦ γενό μενον ἐκ γυναικός». Καὶ Ἀβραὰμ τῷ πεμφθέντι παιδὶ πρὸς τὸν Βα θουὴλ οὐκ εἶπε· «λήψῃ» παρθένον, ἀλλά· «γυναῖκα τῷ υἱῷ μου». 402 Ὡς γὰρ ἐπὶ τῶν τοῦ σώματος τραυμάτων μετὰ τὴν θεραπείαν ἡ οὐλὴ τοῦ παθόντος μέρους ἴχνος ἐστίν, οὕτως ἐπὶ ψυχῆς ἁμαρτούσης, κἂν θεραπευθῇ, λείπεταί τις οἷον οὐλὴ ὑπὸ Θεοῦ θεωρουμένη καὶ τῶν ταῦτα βλέπειν λαβόντων ἀπὸ Θεοῦ. Ὅθεν φιλοτιμητέον πᾶν ἴχνος ἀφανίσαι τοῦ τραύματος τελείαν αὐτῷ τὴν θεραπείαν προσάγοντας, περὶ ὧν τραυμάτων Ἡσαίας φησίν· «ἀπὸ ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα». Ὅτι δὲ καὶ προσ άγεται τισὶν οἱονεὶ μαλάγματα, οὐ φθάνοντα ἐπὶ τοὺς ἄγαν ἁμαρ τωλούς, παρίστησι διὰ τοῦ· «οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους». Περὶ δὲ «συντριβῆς» καὶ «ἀλγηρᾶς πληγῆς» ψυχῆς καὶ «μετὰ πόνου θεραπευομένης ἐν παιδείᾳ στερεᾷ», ἕως παντελῶς ἰαθῇ καὶ συνουλώσῃ τὰ τραύματα, φησὶν Ἱερεμίας· «οὕτως εἶπε Κύ 403 ριος· ἀνέστησα σύντριμμα, ἀλγηρὰ ἡ πληγή σου· οὐκ ἔστι κρίνων κρί σιν σου, εἰς ἀλγηρὸν ἰατρεύθης» καὶ τὰ ἑξῆς ἕως οὗ· «ἀπὸ πληγῆς ὀδυνηρᾶς ἀνάξω σε, λέγει Κύριος»· ἀνθ' οὗ Ἀκύλας καὶ Σύμμαχος ἐξέδωκαν ὅτι «ἀνάξω συνούλωσίν σοι». Πάλιν δὲ ἑτέρωθι καὶ κατὰ τοὺς ἑβδομήκοντα φανερῶς Ἱερεμίας φησίν· «ἰδοὺ ἐγὼ ἀνάγω αὐτῇ συνούλωσιν καὶ ἴαμα, ἰατρεύσω αὐτοὺς καὶ φανερώσω αὐτοῖς εἰρήνην καὶ πίστιν· καὶ ἀποστρέψω τὴν ἀποικίαν Ἰούδα καὶ τὴν ἀποικίαν Ἱερουσαλήμ». Οὐκοῦν μετὰ οὐλὴν ἢ οὐ τοσοῦτον μὲν ἔχουσαν τῶν 404.20 προημαρτημένων ὡς εἶναι οὐλήν, σημασίαν δέ τινα, ἢ οὐδὲ σημασίαν τρανήν, ἀλλὰ τὴν καλουμένην «τηλαυγῆ» «γίνεταί» ποτε «ἐν τῷ δέρματι τοῦ χρωτὸς ἁφὴ λέπρας», ἐφ' ᾗ νομοθετεῖται τὰ ἐπιφερόμενα. «Καὶ καλύψῃ ἡ λέπρα πᾶν τὸ δέρμα τῆς ἁφῆς ἀπὸ κε φαλῆς ἕως ποδῶν». Τῶν παλαιῶν τις «χρῶτα ζῶντα» τὸν λό γον ἐλάμβανεν. Οὗ μὴ παρόντος τῇ ψυχῇ, ὅτι ποτ' οὖν ἐὰν γένη ται, ἀνέγκλητος ὁ ἁμαρτών, ἀλόγου φέρων κατάστασιν· εἰ δὲ παρείη λόγος, ὑπεύθυνος. Τί οὖν τὸ «καθ' ὅλου τοῦ σώματος γίνεσθαι τὴν ἁφήν»; μήποτε τροπικῶς φρενίτιδας ἢ μελαγχολίας δηλοῖ; μὴ