Selecta in Deuteronomium

 Τοιοῦτος δὲ δι' ὅλου ὁ λόγος· καὶ πᾶν μόριον αὐτοῦ γεωργεῖσθαι 12.809 πέφυκεν ἐν καλῇ καὶ ἀγαθῇ, τουτέστι ψυχῆς. Ἔστι δὲ τὸ μάννα λευκόν. Φῶς γὰρ ὁ λό

 διαφορὰν ἑορτῆς καὶ πανηγύρεως. Πᾶσα μὲν οὖν, ἵν' οὕτως εἴπω, ἱλαρὰ ἡμέρα, ἐν ᾗ προστέτακται ὡς ἐν ἁγίᾳ τάδε τινὰ παρὰ τὰς λοιπὰς ποιεῖν ἐξαίρετα, ἑορ

 τούτῳ, ἵνα γεύσωνται τοῦ ἐπουρανίου ἄρτου· ἐὰν 12.816 γὰρ, φησὶ, μὴ συντριβῇ καὶ ἀληθῇ ὁ σῖτος, ἄσιτοι μένουσιν. Ἐκ τούτου οὖν καὶ αὐτὸς ὁρμώμενος τὸν

 «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.» Καὶ πάλιν· Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ.» Τὴν κλῆσιν οὖν δηλοῖ τῶν ἐθνῶν, ὡς τοῦ

Selecta in Deuteronomium

ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΟ ∆ΕΥΤΕΡΟΝΟΜΙΟΝ ΕΚΛΟΓΑΙ.

12.805 Ἐλάλησε Μωϋσῆς πρὸς πάντας υἱοὺς Ἰσραὴλ κατὰ πάντα ὅσα ἐνετείλατο Κύριος αὐτῷ. Ἐπειδὴ ὁ μὲν Θεὸς τὴν δύναμιν ἀπεκάλυπτεν· ὁ δὲ προφή της τῇ ἑαυτοῦ γλώσσῃ ἐκέχρητο πρὸς παράστασιν τῶν δεδηλωμένων. Κίνησις οὖν λέγεται ἡ προφητικὴ φωνὴ, οἷα παριστῶσα τὰ ὑπὸ Θεοῦ εἰρημένα. Καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ. Οὐχ ἁπλῶς ὁ Μωϋσῆς φησιν, «εἶπον ὑμῖν·» ἀλλ' ἐπειδὴ ἔμελλεν αὐτοῦ ἀναχωρήσαντος διαδέχεσθαι αὐτὸν Ἰη σοῦς ὁ τοῦ Ναυῆ, οὐκ ἄτοπόν φησι τὸ πρᾶγμα, ἀλλὰ καὶ ἑπόμενον. Προλαβὼν γὰρ, φησὶ, παρεκάλεσα, καὶ, ὡς ἐπενεύσατε, ἐπέστησα κριτάς· ὥστε καὶ τῷ κατὰ προφητικὴν χάριν καὶ ὁδηγητικὴν διαδεχο μένῳ με Ἰησοῦ τῷ τοῦ Ναυῆ πείθεσθε. Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Καὶ τῶν προ τέρων μεμνημένος, οὐκ ἀπ' Αἰγύπτου ἄρχεται· ἀλλ' ἀφ' οὗ ἔδωκεν αὐτοῖς δικαστὰς σοφοὺς καὶ παι δευτάς. Ἔδωκα τῷ Ῥουβὶμ καὶ τῷ Γάδ. Οἱ ὑποδεέστεροι 12.808 τάχιον ἐν τῇ ἐπαγγελίᾳ γίνονται· οἱ δὲ ἐπιεικέστεροι βράδιον ἀπολαμβάνουσιν. Οἱ μὲν γὰρ ὑπὸ Μωϋσέως πρῶτοι εἰλήφασι τὴν κληρονομίαν· οἱ δὲ ὑπὸ τοῦ Ἰησοῦ ὕστερον. Ἀλλὰ καὶ περὶ πάντων δικαίων λέγεται, οὐ τῶν τυχόντων· ὡς γὰρ ὁ Ἀπόστολός φησιν· «Οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τε λειωθῶσιν.» Φωνὴν ῥημάτων ἣν ὑμεῖς ἠκούσατε, καὶ τὰ ἑξῆς. Οὐχ ὅτι ὁρατὴ ἡ φωνὴ, οὐδ' ὅτι φύσει φωνὴν ἔχει ὁ Θεός· τοῦτο γὰρ καὶ συνθέτου φύσεως ἂν εἴη· ἀλλ' ἐπειδὴ καὶ αἱ σάλπιγγες, καὶ αἱ φωναὶ, ὡς αὐτὸς οἶδεν ὁ Θεὸς, ἐπετελοῦντο ἐκ τῆς τῶν ὁρωμένων συν εχείας δημιουργούμεναι στοιχείων· τοῦ πυρὸς λέγω καὶ τοῦ γνόφου· ὥστε καὶ ἀκούεται φωνὴ, καὶ οὐχ ὁρᾶται· ἀλλ' οὖν ἐπὶ τῶν τοῦ Θεοῦ θαυμάτων καὶ ἡ φωνὴ ὁρᾶται. Καὶ ὤμοσεν ἵνα μὴ διαβῶ τὸν Ἰορδάνην τοῦτον. Μωϋσῆς, μὴ δοξάσας τὸν Θεὸν ἐπὶ τοῦ λαοῦ, ἐκωλύθη παρελθεῖν μετ' αὐτῶν, ἵνα μὴ ὃν ἐτίμων ζῶντα, ἐν θεῶν θεραπείαις τιμήσωσιν ἀπελθόντα. ∆ιὸ δὴ καὶ ἀποθανόντος ἀφανῆ τὸν τάφον ἐποίησεν. ∆ιαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν. Ὁ Θεὸς τοὺς αὐτὸν προσκυνοῦντας οὐ συγ χωρῶν δαίμοσι συνάπτεσθαι, ἀλλὰ τοὺς ἅπαξ αὐτὸν ἐγνωκότας ἐκτὸς εἶναι κελεύων τῆς πρὸς ἐκείνους δια θέσεως, καὶ παραζηλῶν ἐν τῇ ἀποστασίᾳ τῶν λαῶν, τὰς μελλούσας αὐτοῖς προλέγει τιμωρίας διὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν. Ἐξ οἴκου δουλείας. Καὶ γὰρ ἀληθῶς τὰ σωμα τικὰ πράγματα καὶ ὑλικὰ, οἶκός ἐστι δουλείας, ὥσπερ ἐκ τῶν ἐναντίων οἶκός ἐστιν ἐλευθερίας. Ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθ νη. Καλῶς τοῖς ἀπὸ τῆς μερίδος εἴρηται· «Ὀλι γοστοί ἐστε παρὰ πάντα τὰ ἔθνη.» Συγγενῶς τε τὸ, «Ὀλίγοι οἱ σωζόμενοι,» καὶ τὸ, «Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης.» Ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι, καὶ τὰ ἑξῆς. Πάλιν τε αὖ ὅτι τὸ μάννα λόγος ἦν, εἰ καὶ ἄρτος δηλοῦται ἐν τῇ Ἐξό δῳ. «Οὗτος γὰρ, φησὶν, ὁ ἄρτος ὃν ἔδωκε Κύριος ὑμῖν φαγεῖν. Τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος.» ∆ιὰ τοῦτο δὲ τὸ μάννα «λεπτὸν ἦν ὡσεὶ κόριον λευ κὸν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς·» ἐπειδήπερ ὁ λόγος οὗ σύμβολον ἦν τὸ μάννα ἐκεῖνο, λεπτόν ἐστι τῇ αὐτοῦ φύσει, καὶ διῆκον διὰ πάντων πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων. Ἔστι δὲ καὶ ἡ σοφία πνεῦμα νοερὸν, ἅγιον, μονογενὲς, πολυμερὲς, λεπτὸν, καὶ τὰ ἑξῆς. Ἦν δὲ καὶ ὡσεὶ κόριον πρὸς τὸ εἶναι λευκόν. Φασὶ δὲ τὴν τοῦ κορίου φύσιν ὅλην δι' ὅλων λόγον ἔχειν σπέρματος, ὡς μηδὲ ἐν τῷ κατακόπτεσθαι τὸ τοῦ κορίου σπέρμα, ἐξαφανίζεσθαι αὐτοῦ τὴν δύ ναμιν, ὡς οὐκ ἔτι δυναμένην σπείρεσθαι.