Selecta in Jesum Nave

 εἰς νοῦν καὶ καρδίαν. ∆ιὰ τοῦτο γὰρ καὶ ὁ Ἀπόστο λος ἡμῖν ἔλεγε περιτομὴν τοῦ Χριστοῦ, οὐκ ἐν τῇ ἀπεκδύσει τῆς σαρκὸς ἡμῶν. Ἐγὼ ἀρχιστράτηγος τῆς δυνά

Selecta in Jesum Nave

ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΙΗΣΟΥΝ ΝΑΥΗ ΕΚΛΟΓΑΙ.

12.820 Σὺ, καὶ πᾶς ὁ λαὸς οὗτος. Τοῖς φυλάσσουσι τὸν νόμον ὑπέσχετο διδόναι ἃ προείρηκεν· οὐ γὰρ Ἰησοῦ τῷ Ναυῆ. Μὴ φυλάξαντες γὰρ οἱ Ἰσραηλῖται οὐκ ἔλαβον, ὡς δηλοῖ τὰ ἑξῆς. Πᾶς ὁ τόπος ἐφ' ᾧ ἂν ἐπιβῆτε. Ἀντέστησαν οἱ ἐπὶ τῆς Γαῒ διὰ τὴν τοῦ Ἀχὰρ παρανομίαν. Καὶ ἄλ λως· Ὅτι τοῦ Θεοῦ παραδόντος εἰς χεῖρας αὐτῶν τὰ ἔθνη οὐκ ἐξωλόθρευσαν, καὶ ἐγενήθησαν, εἰς σκόλοπα αὐτοῖς. Καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης, ᾗ ὄνομα Ῥαάβ. Πόρνῃ πιστεύουσιν οἱ κατάσκοποι τὴν ἑαυτῶν σωτηρίαν· καὶ μάλα εἰκότως. ∆είκνυται γὰρ ἐξ ὧν ἡ πόρνη διαλέγεται, μόνη πιστὴ καὶ τὸν Θεὸν φοβουμένη· διὸ καὶ δι' αὐτῆς ἡ συγγένεια σώζεται. Τοῦ αὐτοῦ. Ῥαὰβ ἑρμηνεύεται πλατυσμὸς, σύμ βολον οὖσα τῆς ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίας λεγούσης· «Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα οἰκήσω.» Τοῦ αὐτοῦ. Οὐκ ἐκ τῆς δεξιώσεως μόνης σώζεται, ἀλλὰ προηγουμένως ἀπὸ τῆς πίστεως καὶ τῆς πρὸς τὸν Θεὸν διαθέσεως. Καὶ ἔκρυψεν αὐτοὺς ἐν τῇ λινοκαλάμῃ. Τοῖς ξύλοις αὐτοὺς ἔκρυψε τῆς λινοκαλάμης οἷς εἶχεν ἐπὶ τοῦ δώματος ἑτοιμάζουσα ἐργάζεσθαι τὴν βύσσον αὐτοῖς ὡς ἀξίοις οὖσιν ἐνδύματος ἀρχιερατικοῦ. Ἡ γὰρ λινοκαλάμη ποιεῖ τὴν βύσσον ἐξ ἧς τὸ ἱερατικὸν ἔνδυμα γίνεται. Καὶ κατεχάλασεν αὐτοὺς διὰ τῆς θυρίδος. Ἰστέον ὅτι ὁ οἶκος αὐτῆς ἐν τῷ τείχει ἦν. Ἀδελφὰ τῆς πα λαιᾶς τὰ νέα· ὅμοιον γάρ ἐστι τὸ ἐπὶ τοῦ Παύλου, ὅτε ἐχάλασαν αὐτὸν ἐν σαργάνῃ διὰ τοῦ τείχους. Τοῦ αὐτοῦ. Ὁ Ἀπόστολος δεύτερον ἐσώθη ἀπὸ τῶν ἐχθρῶν ὁμοιοτρόπως, ὥς φησιν ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους αὐτοῦ Ἐπιστολῇ· «Καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους, καὶ ἐξέφυγον.» Πάλιν ἐν ταῖς Πράξεσι· «Παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσι· λαβόν τες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς, τοῦ τείχους καθῆκαν αὐτὸν, χαλάσαντες ἐν σπυρίδι.» Καὶ κατέμειναν ἐκεῖ τρεῖς ἡμέρας. Οὐχ ὅτι τριῶν ἡμερῶν ἦν ἡ ὁδός· πάνυ γὰρ πλησίον ὁ Ἰορ 12.821 δάνης τῆς Ἱεριχὼ, ἀλλὰ διὰ τὴν τῶν κατασκόπων ἀκριβῆ ἐξέτασιν. «Ἐζήτησαν γὰρ, φησὶν, οἱ κατα διώκοντες πάσας τὰς ὁδοὺς, καὶ οὐχ εὗρον.» Τετράκις μύριοι εὔζωνοι. Σημειωτέον ὅτι ἡ τε τρὰς, εἴτε μονάδων, εἴτε ἑκατοντάδων, εἴτε ἑτέρου πλείονος ἀριθμοῦ, ἐπὶ κακώσεως κεῖται. Ποίησόν σοι μαχαίρας πετρίνας ἐκ πέτρας ἀκρο τόμου. Ζητητέον διὰ τί οὐ περιετμήθησαν οἱ ἐν τῇ ἐρήμῳ τεχθέντες· ἢ διὰ τί τῷ Σαββάτῳ τις ξύλα συλλέξας ἐπὶ Μωϋσέως ἐκ προστάγματος Θεοῦ λι θόλευστος γέγονε. Τοσοῦτον δὲ πλῆθος ἀπερίτμητον μεμενηκὸς ἐν τῇ ἐρήμῳ οὐδὲ ἐμέμφθη, καίτοι τοῦ Θεοῦ μὲν ἀποφῃναμένου ἐξολοθρεύεσθαι τὴν ψυχὴν τὴν μὴ περιτμημένην τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, οὐκέτι δὲ ἐπὶ τῶν παραβαινόντων τὸ Σάββατον τοῦτο ὡρίσαν τος. Ἤδη μὲν οὖν καὶ αὐτόθεν εὔδηλον, ὅτι περιτομὴ καὶ Σάββατον οὐκ αὐτὰ καθ' ἑαυτὰ καλὰ, ἀλλὰ ἐπειδὴ πρὸς καιρὸν ἐχρησίμευσεν. Ἰστέον δὲ ὅτι σημείου χά ριν διὰ τῆς περιτομῆς ἐβουλήθη γνωρίζεσθαι, καὶ οὐκ ἀνασχομένους ἀπὸ πίστεως φαίνεσθαι, ὡς πρόβατα ἄλο γα τῷ καυτῆρι κἂν πλανηθῇ, ῥᾳδίαν ἔχει τὴν ἑαυτοῦ εὕρεσιν· οὕτω τοὺς Ἰουδαίους ἐπιμιγνυμένους τοῖς ἔθνεσιν ἀπὸ τῆς περιτομῆς φανεροὺς εἶναι βουληθείς. Καὶ τούτου ἀπόδειξις τὸ ἐν μὲν τῇ Αἰγύπτῳ περιτέ μνεσθαι αὐτοὺς, ἐν δὲ τῇ ἐρήμῳ, ἐπειδὴ μόνοι ἦσαν καὶ Αἰγυπτίων κεχωρισμένοι καὶ τῶν ἄλλων ἐθνῶν τῶν κατὰ Παλαιστίνην, ἀπεριτμήτους μεμενηκέναι. Ὅτε δὲ παρελθόντες τὸν Ἰορδάνην ἔμελλον ἐν μέσῳ εἶναι τῶν ἐθνῶν, αὖθις προσετάχθησαν περιτμηθῆναι. ∆ιόπερ ἐκ δευτέρου εἶπεν, ὅτι οὐκ ὀκταημέρους πε ριετέμνοντο, ἀλλ' ἀνδροθέντας ἤδη, καὶ πρὸς γῆράς τινας νενευκότας. Ἡ δὲ πετρίνη μάχαιρα τὸν Κύριον ἡμῖν δηλοῖ τὸν τὴν νοητὴν δόντα ἡμῖν περιτομὴν, τὴν