Prooemium ad historiam Lausiacam [Sp.]
Προοίμιον τοῦ βίου τῶν ἁγίων πατέρων Ἐν ταύτῃ τῇ βίβλῳ ἀναγέγραπται ἐνάρετος ἄσκησις καὶ θαυμαστὴ βίου διαγωγὴ τῶν μακαρίων καὶ ἁγίων πατέρων μοναχῶν καὶ ἀναχωρητῶν τῶν ἐν τῇ ἐρήμῳ, πρὸς ζῆλον καὶ μίμησιν τῶν τὴν οὐράνιον πολιτείαν ἐθελόντων κατορθοῦν καὶ τὴν εἰς βασιλείαν οὐρανῶν ἄγουσαν βουλομένων ὁδεύειν ὁδόν· καὶ γυναικῶν πρεσβυτίδων καὶ ἀοιδίμων θεοπνεύστων μητέρων μνῆμαι, τῶν ἀνδρείῳ καὶ τελείῳ φρονήματι τοὺς τῆς ἐναρέτου ἀσκήσεως ἄθλους ἐξανυσασῶν, πρὸς ὑπογραμμὸν καὶ ἔρωτα τῶν ἐθελουσῶν τὸν τῆς ἐγκρατείας καὶ ἁγνείας ἀναδήσασθαι στέφανον· διὰ τὸ † ἀνδρός τινος παγκρατίστου καὶ τῇ γνώμῃ πολυμαθοῦς καὶ τὸ ἦθος εἰρηνικοῦ καὶ τῇ καρδίᾳ εὐσεβοῦς καὶ τῇ διανοίᾳ θεοφιλοῦς, καὶ πρὸς τοὺς δεομένους τῶν χρειῶν κοινωνικοῦ, καὶ αὐτῇ κορυφῇ τῶν ἀξιωμάτων διὰ χρηστότητα τρόπων πολλῶν λογάδων ἀνδρῶν προτετιμημένου, καὶ τὸ ὅλον τῇ δυνάμει τοῦ θείου πνεύματος φρουρουμένου, ἐπιτάξαντος ἡμῖν, μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, πρὸς τὴν τῶν κρειττόνων θεωρίαν τὸν νωθρὸν ἡμῶν νοῦν διεγείραντος πρὸς μίμησιν καὶ ἅμιλλαν τῶν ἀρετῶν τῆς 4 ἀσκήσεως τῶν ὁσίων καὶ ἀθανάτων πνευματικῶν ἡμῶν πατέρων καὶ τῶν ἐν ἀρεσκείᾳ θεοῦ ἐν σκληραγωγίᾳ πολλῇ τοῦ σώματος βεβιωκότων· ὡς ἀναγραψαμένους ἡμᾶς τοὺς τῶν ἀνικήτων ἀθλητῶν βίους διαπέμψασθαι τούτῳ, ἀνακηρύττοντας ἑνὸς ἑκάστου τῶν μεγάλων τὰς ἐναργεῖς ἀρετάς. ἔστι δὲ ὁ τοῦ θείου τούτου καὶ πνευματικοῦ πόθου ἐραστὴς ὁ ἄριστος τῶν ἀνδρῶν Λαῦσος, ὁ μετὰ τὴν τοῦ θεοῦ ῥοπὴν φύλαξ τεταγμένος τῆς ἐνθέου καὶ εὐσεβοῦς βασιλείας. Ἐγὼ τοίνυν ὁ καὶ τῇ γλώττῃ ἀπαίδευτος καὶ πνευματικῆς γνώσεως ἀκροθιγῶς πως γευσάμενος καὶ τοῦ καταλόγου τῶν ἁγίων πατέρων πνευματικοῦ βίου ἀνάξιος, δεδοικὼς τὸ ὑπὲρ ἐμὲ ἄμετρον τῆς ἐπιταγῆς μέγεθος, δυσανησχέτουν τῷ ἐπιτάγματι, πολλῆς δεομένῳ καὶ σοφίας τῆς ἔξωθεν καὶ πνευματικῆς συνέσεως· ὅμως καταιδεσθεὶς πρῶτον τὸ σπουδαῖον τῆς ἀρετῆς τοῦ εἰς ταύτην τὴν ἐπιταγὴν ἡμᾶς διεγείραντος, ἀναλογισάμενος δὲ καὶ τὴν τῶν ἐντυγχανόντων ὠφέλειαν, δεδιὼς δὲ καὶ τὸν ἐν τῇ εὐλόγῳ παρακοῇ κίνδυνον, τῇ προνοίᾳ πρῶτον ἀνατεθεικὼς τὸ γενναῖον ἐπίταγμα καὶ πολλῇ προσεχείᾳ χρησάμενος, τῇ τῶν ἁγίων πατέρων πρεσβείᾳ πτερούμενος, ἐνέβην εἰς τοὺς ἀγῶνας τοῦ σκάμματος, καὶ ὡς ἐν ἐπιτομῇ τῶν γενναίων ἀθλητῶν καὶ μεγάλων ἀνδρῶν τὰ ἔπακρα μόνον ἆθλά τε καὶ σημεῖα ἀναγραψάμενος, οὐ μόνον ἀνδρῶν ἀοιδίμων κατωρθωκότων πολιτείαν ἀρίστην ἀλλὰ καὶ γυναικῶν μακαρίων καὶ εὐσχημόνων ἄκραν πολιτείαν ἐξασκησασῶν. Καὶ τῶν μὲν τὰ ἱεροπρεπῆ πρόσωπα αὐτοπροσώπῳ θέᾳ ἰδεῖν κατηξιώθην, τῶν δὲ προτελειωθέντων ἐν τῷ σκάμματι τῆς εὐσεβείας παρὰ θεοφόρων ἀθλητῶν τοῦ Χριστοῦ τὴν οὐράνιον τούτων πολιτείαν μεμάθηκα. πολλὰς δὲ πόλεις καὶ πλείστας κώμας, σπήλαιόν τε ἅπαν καὶ πάσας σκηνὰς τῆς ἐρήμου τῶν μοναχῶν, πεζῇ τῇ πορείᾳ περινοστήσας θεοσεβείας σκοπῷ μετὰ πάσης ἀκριβείας, ἃ μὲν αὐτὸς ἱστορήσας ἀνεγραψάμην, ἃ δὲ παρὰ τῶν ἁγίων πατέρων ἀκήκοα, ἄθλους μεγάλων ἄνδρων καὶ ἀνδρειοτέρων τῆς φύσεως γυναικῶν διὰ τὴν εἰς Χριστὸν ἐλπίδα ἐνσημάνας ἐν τῷ βιβλίῳ τούτῳ, ἀπέσταλκα τῇ τῶν θείων λογίων φίλῃ ἀκοῇ σου, ἀνδρῶν ἀρίστων καὶ θεοφιλῶν ἐγκαλλώπισμα καὶ τῆς πιστοτάτης καὶ θεοφιλοῦς βασιλείας ἀγλάϊσμα, γνήσιε καὶ φιλόχριστε δοῦλε θεοῦ 5 Λαῦσε, ἐγχαράξας κατὰ τὴν προσοῦσαν ἐμοὶ βραχύτητα ἑκάστου τῶν τοῦ Χριστοῦ ἀθλητῶν ἀρρένων τε καὶ θηλειῶν καὶ τὸ ἀοίδιμον ὄνομα, ἐξηγησάμενός τε ἀπὸ πολλῶν καὶ πάνυ μεγάλων ἄθλων ἑκάστου ὀλίγους καὶ σφόδρα βραχεῖς, προστεθεικὼς τῶν