Fragmenta

 ἡγοῦμαι τὰς ἀποστολικὰς παρεκδεξάμενον διηγήσεις ὑπολαβεῖν, τὰ ἐν ὑποδείγμασι πρὸς αὐτῶν μυστικῶς εἰρημένα μὴ συνεωρακότα. 2.13 σφόδρα γάρ τοι σμικρὸς

 Πανταίνου τοῦ τῆς ̓Αλεξανδρέων ἱερέως, καὶ ̓Αμμωνίου τοῦ σοφωτάτου, τῶν ἀρ- χαίων καὶ πρὸ τῶν [πρώτων ξοδδ] συνόδων ἐξηγητῶν, εἰς Χριστὸν καὶ τὴν ἐκκλ

 Θωμᾶς μὲν τὴν Παρθίαν ειληχεν, ̓Ιωάννης δὲ τὴν ̓Ασίαν, πρὸς ους καὶ διατρίψας ἐτελεύτησεν ἐν ̓Εφέσῳ.

Fragmenta

2.1 Τοῦ δὲ Παπία συγγράμματα πέντε τὸν ἀριθμὸν φέρεται, α καὶ ἐπιγέγραπται Λογίων κυριακῶν ἐξηγήσεως. τούτων καὶ Εἰρηναῖος ὡς μόνον αὐτῷ γραφέντων μνημονεύει, ωδέ πως λέγων· Ταῦτα δὲ καὶ κτλ. (ξφ. ιρεν. ῃ, 33, 4). 2.2 καὶ ὁ μὲν Εἰρηναῖος ταῦτα. αὐτός γε μὴν ὁ Παπίας κατὰ τὸ προοίμιον τῶν αὐτοῦ λόγων ἀκροατὴν μὲν καὶ αὐτόπτην οὐδαμῶς ἑαυτὸν γενέσθαι τῶν ἱερῶν ἀποστόλων ἐμφαίνει, παρειληφέναι δὲ τὰ τῆς πίστεως παρὰ τῶν ἐκείνοις γνωρίμων διδάσκει δι' ων φησιν λέξεων· 2.3 Οὐκ ὀκνήσω δέ σοι καὶ οσα ποτὲ παρὰ τῶν πρεσβυτέρων καλῶς εμαθον καὶ καλῶς ἐμνημόνευσα, συγκατατάξαι ταῖς ἑρμηνείαις, διαβεβαιούμενος ὑπὲρ αὐτῶν ἀλήθειαν. οὐ γὰρ τοῖς τὰ πολλὰ λέγουσιν εχαιρον ωσπερ οἱ πολλοί, ἀλλὰ τοῖς τἀληθῆ διδάσκουσιν, οὐδὲ τοῖς τὰς ἀλλοτρίας ἐντολὰς μνημονεύουσιν, ἀλλὰ τοῖς τὰς παρὰ τοῦ κυρίου τῇ πίστει δεδομένας καὶ ἀπ' αὐτῆς παραγινομένας τῆς ἀληθείας. 2.4 εἰ δέ που καὶ παρηκολουθηκώς τις τοῖς πρεσβυτέροις ελθοι, τοὺς τῶν πρεσβυτέρων ἀνέκρινον λόγους· τί ̓Ανδρέας η τί Πέτρος ειπεν η τί Φίλιππος η τί Θωμᾶς η ̓Ιάκωβος η τί ̓Ιωάννης η Ματθαῖος η τις ετερος τῶν τοῦ κυρίου μαθητῶν, α τε ̓Αριστίων καὶ ὁ πρεσβύτερος ̓Ιωάννης, τοῦ κυρίου μαθηταί, λέγουσιν. οὐ γὰρ τὰ ἐκ τῶν βιβλίων τοσοῦτόν με ὠφελεῖν ὑπελάμβανον, οσον τὰ παρὰ ζώσης φωνῆς καὶ μενούσης. 2.5 Ενθα καὶ ἐπιστῆσαι αξιον δὶς καταριθμοῦντι αὐτῷ τὸ ̓Ιωάννου ονομα, ων τὸν μὲν πρότερον Πέτρῳ καὶ ̓Ιακώβῳ καὶ Ματθαίῳ καὶ τοῖς λοιποῖς ἀποστόλοις συγκαταλέγει, σαφῶς δηλῶν τὸν εὐαγγελιστήν, τὸν δ' ετερον ̓Ιωάννην διαστείλας τὸν λόγον ἑτέροις παρὰ τὸν τῶν ἀποστόλων ἀριθμὸν κατατάσσει, προτάξας αὐτοῦ τὸν ̓Αριστίωνα, σαφῶς τε αὐτὸν πρεσβύτερον ὀνομάζει· 2.6 ὡς καὶ διὰ τούτων ἀποδείκνυσθαι τὴν ἱστορίαν ἀληθῆ τῶν δύο κατὰ τὴν ̓Ασίαν ὁμωνυμίᾳ κεχρῆσθαι εἰρηκότων, δύο τε ἐν ̓Εφέσῳ γενέσθαι μνήματα καὶ ἑκάτερον ̓Ιωάννου ετι νῦν λέγεσθαι. οις καὶ ἀναγκαῖον προσέχειν τὸν νοῦν· εἰκὸς γὰρ τὸν δεύτερον, εἰ μή τις ἐθέλοι τὸν πρῶτον, τὴν ἐπ' ὀνόματος φερομένην ̓Ιωάννου ̓Αποκάλυψιν ἑωρακέναι. 2.7 καὶ ὁ νῦν δὲ ἡμῖν δηλούμενος Παπίας τοὺς μὲν τῶν ἀποστόλων λόγους παρὰ τῶν αὐτοῖς παρηκολουθηκότων ὁμολογεῖ παρειληφέναι, ̓Αριστίωνος δὲ καὶ τοῦ πρεσβυτέρου ̓Ιωάννου αὐτήκοον ἑαυτόν φησι γενέσθαι. ὀνομαστὶ γοῦν πολλάκις αὐτῶν μνημονεύσας, ἐν τοῖς αὐτοῦ συγγράμμασιν τίθησιν αὐτῶν παραδόσεις. καὶ ταῦτα δ' ἡμῖν οὐκ εἰς τὸ αχρηστον εἰρήσθω. 2.8 Αξιον δὲ ταῖς ἀποδοθείσαις τοῦ Παπία φωναῖς προσάψαι λέξεις ἑτέρας αὐτοῦ, δι' ων παράδοξά τινα ἱστορεῖ καὶ αλλα, ὡς αν ἐκ παραδόσεως εἰς αὐτὸν ἐλθόντα. 2.9 τὸ μὲν ουν κατὰ τὴν ̔Ιεράπολιν Φίλιππον τὸν ἀπόστολον αμα ταῖς θυγατράσιν διατρῖψαι, διὰ τῶν πρόσθεν (ιιι, 31) δεδήλωται, ὡς δὲ κατὰ τοὺς αὐτοὺς ὁ Παπίας γενόμενος διήγησιν παρειληφέναι θαυμασίαν ὑπὸ τῶν τοῦ Φιλίππου θυγατέρων μνημονεύει, τὰ νῦν σημειωτέον. νεκροῦ γὰρ ἀνάστασιν κατ' αὐτὸν γεγονυῖαν ἱστορεῖ, καὶ αυ πάλιν ετερον παράδοξον περὶ ̓Ιοῦστον τὸν ἐπικληθέντα Βαρσαβᾶν γεγονός, ὡς δηλητήριον φάρμακον ἐμπιόντος καὶ μηδὲν ἀηδὲς διὰ τὴν τοῦ κυρίου χάριν ὑπομείναντος. 2.10 τοῦτον δὲ τὸν ̓Ιοῦστον μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν τοὺς ἱεροὺς ἀποστόλους μετὰ Ματθία στῆσαί τε καὶ ἐπεύξασθαι ἀντὶ τοῦ προδότου ̓Ιούδα ἐπὶ τὸν κλῆρον τῆς ἀναπληρώσεως τοῦ αὐτῶν ἀριθμοῦ, ἡ τῶν Πράξεων ωδέ πως ἱστορεῖ γραφή· Καὶ εστησαν δύο, ̓Ιωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ος ἐπεκλήθη ̓Ιοῦστος, καὶ Ματθίαν· καὶ προσευξάμενοι ειπαν. 2.11 καὶ αλλα δὲ ὁ αὐτὸς ὡς ἐκ παραδόσεως ἀγράφου εἰς αὐτὸν ηκοντα παρατέθειται, ξένας τέ τινας παραβολὰς τοῦ σωτῆρος καὶ διδασκαλίας αὐτοῦ καί τινα αλλα μυθικώτερα. 2.12 ἐν οις καὶ χιλιάδα τινά φησιν ἐτῶν εσεσθαι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, σωματικῶς τῆς Χριστοῦ βασιλείας ἐπὶ ταυτησὶ τῆς γῆς ὑποστησομένης· α καὶ