Historia ecclesiastica (fragmenta ap. Photium)

 γραμμάτων χαρακτῆρα ῥυθμιζομένων· τὰ δὲ ἄρα Ῥωμαίων ἔλεγε φωνῇ· «ἐν τούτῳ νίκα». 1.7 Ὅτι καὶ πρὸ τῆς ἐν Νικαίᾳ συνόδου οὗτος τὸν Ἀλεξανδρείας φησὶν Ἀλ

 Εὐρώπης· διαβάντες δὲ καὶ εἰς τὴν Ἀσίαν, τήν τε Γαλατίαν καὶ τὴν Καππαδοκίαν ἐπῆλθον, καὶ πολλοὺς ἔλαβον αἰχμαλώτους ἄλλους τε καὶ τῶν κατειλεγμένων τ

 αὐταρκεστάτην διανεῖμαι τοῖς οἰκήτορσι, καὶ τὸν ἄλλον ἐν αὐτῇ τῆς πολιτείας πολυτελῶς κόσμον καταστήσασθαι, ὡς ἀρκεῖν εἰς ἀντίπαλον κλέος τῇ προτέρᾳ Ῥ

 θάνατον ὑπὸ δελφῖνος ἐκκομισθείς. 2.13 Ὅτι τὸν μάρτυρα Λουκιανόν φησι μέλλοντα τελευτᾶν, καὶ μήτε ναὸν μήτε θυσιαστήριον τῆς τυραννικῆς βίας παρεχούση

 μετενεγκεῖν τέμενος· ἀλλὰ καὶ Τιμόθεον τὸν ἀπόστολον ὡσαύτως ἐξ Ἐφέσου τῆς Ἰωνίας εἰς τὸν αὐτὸν ἀνακομίσαι περιώνυμον καὶ σεβάσμιον οἶκον. 3.3 Ὅτι φησ

 τῶν εὐαγγελικῶν ἀναγνωσμάτων ἐποιοῦντο τὴν ἀκρόασιν, καὶ ἄλλα τινὰ ὧν μὴ θεῖος θεσμὸς ἐπεστάτει διεπράττοντο. ἀλλὰ ταῦθ' ἕκαστα πρὸς τὸ σεβάσμιον αὐτο

 δυνατωτάτῃ, τῷ Τίγρητι κατὰ Σούσας μάλιστα συμπίπτει. καὶ δὴ τῆς ἑαυτοῦ προσηγορίας ἀποπαυσάμενος, σὺν ἐκείνῳ πρὸς τὸν Περσικὸν κατασύρεται κόλπον. κα

 ἐπίπνοια λέγει, Γηὼν αὐτὸν ὀνομάζουσα· ὃν οἱ παρ' Ἕλλησιν Αἰγύπτιον ἐκάλουν. οὗτος, ὡς ἔστι συμβαλεῖν, ἐξορμῶν τοῦ Παραδείσου, πρὶν ἐπὶ τὸ οἰκούμενον

 τινος ὀργῆς τε καὶ ἀχθηδόνος ἄσημα ὑποφθεγγομένῃ προσεοικυῖα· βαρυτέρα τε μᾶλλόν ἐστιν ὀξυνομένη. ἄγριόν τέ ἐστι δεινῶς τὸ θηρίον καὶ πανουργότατον, κ

 Ἀθανάσιον ἐπιχωρήσει τὸ αἶσχος ἐπικαλύψασθαι, πρὸς τὴν ἐκείνου δόξαν αὐτομολῆσαι· δοῦναι δ' οὖν ὅμως ὀξύτατα τὴν δίκην, τοῦ αἰδοίου διασαπέντος καὶ σκ

 φρονήματος δυσσεβές, ἀπελαύνει. ἐκεῖθεν οὖν τὴν Κιλικίαν καταλαμβάνει· καί τις τῶν Βορβοριανῶν, λόγοις αὐτῷ ὑπὲρ τῆς ἰδίας δόξης συμπλακείς, εἰς ἐσχάτ

 Μεσοποταμίας διατρίβοντος (τοῦτο γὰρ ὁ Περσικὸς ἀπῄτει πόλεμος), ἡ πρεσβυτάτη τούτων ἀδελφὴ Κωνσταντία (Ἀναβαλλιανοῦ δὲ ἦν κεχηρωμένη γυνή), δείσασα μ

 κατεαγῆναι. Λεοντίου δὲ τοῦ ἐπισκόπου Ἀντιοχείας τἀναντία τούτοις τὸν Καίσαρα διδαξαμένου, ἥ τε καταδικάζουσα ψῆφος ἀνεβλήθη καὶ εἰς θέαν ὁ Γάλλος μετ

 τὸν θάνατον ψήφους, πρὶν ἂν ὁ κατακριθεὶς τῷ ξίφει τὴν ζωὴν ἀπορρήξῃ. καὶ γέγονεν ὡς ἐσπούδασαν. διὰ τοῦτο καὶ Ἰουλιανὸς ὕστερον, τὸ τῆς βασιλείας περ

 ὑπὸ Βασιλείου πραχθέντων καταλαβούσης τὴν Ἀντιόχειαν, τήν τε χειροτονίαν τοῦ διακόνου ὑποδέχεται καὶ πρέσβυς ἀποσταλεὶς πρὸς Κωνστάντιον ἀναλῦσαι τὰ ἐ

 καταστάσης, ὁ μὲν Βασίλειος τῶν τὸ ὁμοούσιον δοξαζόντων προηγόρει, οἱ δὲ τοῦ ἑτεροουσίου ὑπὲρ ἁπάντων λέγειν τὸν Ἀέτιον προὔστησαν, συνασπίζοντος αὐτῷ

 Σεβαστείας τῶν Ἀρμενίων μεταπεμψάμενος ἀντὶ Εὐδοξίου τῷ θρόνῳ ἐγκαθιδρύει, ἤδη γὰρ Εὐδόξιος Κωνσταντινουπόλεως ἐπέβαινεν. ὁ δὲ Μελέτιος τὰ μὲν πρῶτα τ

 δημηγορῆσαι τῷ πλήθει λέγει τῆς τῶν Θεοφανίων ἑορτῆς ἐνισταμένης, ἐν ᾗ τὸ δυσσεβὲς αὐτῶν καὶ ἄθεον μάλιστα ἀπογυμνοῦται. τόν τε γὰρ Ἰωσὴφ οἱ κατάρατοι

 ἀνεστηλῶσθαι μὲν ταύτην κατὰ τὴν πηγὴν τὴν ἔνδον τῆς πόλεως μετὰ καὶ ἑτέρων ἀγαλμάτων, τερπνότητός τι παρέχειν τοῖς φοιτῶσι θέαμα. τῆς δὲ τοῦ σωτῆρος

 Εὐδοξίου τῇ ἀξιώσει, ὑπισχνεῖται καὶ ὁ Εὐζώϊος τὴν πρᾶξιν. 7.6 Ὅτι, ἐν Κωνσταντινουπόλει διατρίβοντος τοῦ Ἀετίου καὶ Εὐνομίου, παραγίνεται Λεόντιος ὁ

 σεισμὸς ἐχώννυεν· καὶ ἄλλους ἄλλα πάθη κατεμερίζετο, καὶ ἡ καταισχύνειν τὰ δεσποτικὰ λόγια μελετήσασα τόλμα τὸ ἐκείνων ἀκαταίσχυντον καὶ σεβασμιώτατον

 οὕτως καὶ παναθλίως τῆς ζωῆς ἀπελήλαται. καὶ Θεότεκνος δέ τις, πρὸς τὸν Ἑλληνισμὸν ἀπορρυείς, πᾶσαν ἀθρόως τὴν σάρκα διασαπεὶς καὶ σκωλήκων ὕλη γεγονώ

 Ὀριβάσιος αὐτῷ συνῆν ὁ ἐκ Σάρδεων· ἀλλ' ἡ πληγὴ πᾶσαν χλευάζουσα θεραπείαν διὰ τριῶν ἡμερῶν τὸν Ἰουλιανὸν ἀπαλλάττει τοῦ βίου, ἐν μὲν τῷ τοῦ Καίσαρος

 καὶ Μάριν διαπέμπονται. Τὸ δὲ γράμμα τήν τε χειροτονίαν Ἀετίῳ ἐπεκάλει ὡς παρὰ θεσμὸν γεγενημένην μάλιστά γε καὶ ὅτι μετὰ τὴν καθαίρεσιν τῆς διακονίας

 ἔτι μειράκιον ἐπιβιβάσας τῇ βασιλείᾳ εἰς τὸν ἑαυτοῦ συνήσκει τρόπον. 8.9 Ὅτι οὗτος Ὑπατίαν τὴν Θέωνος θυγατέρα παρὰ μὲν τοῦ πατρὸς ἐξασκῆσαι λέγει τὰ

 ἐπὶ τὴν Κωνσταντινούπολιν ἀφικόμενος, διὰ τιμῆς εἶχεν Εὐδόξιον. καὶ δυνάμενος μάλιστα ταῖς πρὸς Εὐνόμιον ὑποσχέσεσι πέρας ἐπιθεῖναι, τὴν γνώμην οὐκ εἶ

 (ἀδελφοὶ δὲ ἤστην οὗτοι, καὶ τῷ Εὐνομίῳ συνῆσάν τε καὶ συνδιεβέβληντο), οὕτως δὲ οὗτος κατὰ πολλὴν ἐξουσίαν καὶ τὸν καταδικασάμενον αὐτοὺς ἀπειλήσας κ

 αὐτῶν αἱ ψῆφοι προσέταττον. ὁ δέ γε χειροτονηθεὶς εὐθὺς λαμπρῶς ἐκήρυττε τὸ ὁμοούσιον. 9.14 Ὅτι, τελευτήσαντος Εὐζωΐου τοῦ Ἀντιοχείας, ὁ ∆ωρόθεος ἐξ Ἡ

 Ἑῴαςκαταστησόμενοι. 9.19 Ὅτι Θεοδόσιος ὁ βασιλεὺς κατὰ τὸ Σέρμιον τοῖς βαρβάροις συμβαλὼν (ἐκεῖ γὰρ αὐτίκα τοῦ λαβεῖν τὴν ἀρχὴν τῆς χρείας ἀπαιτούσης

 ἐκεῖσε διότι λόγους κατὰ Βασιλείου τοῦ ταύτης ἐπισκόπου συνετάξατο. ἐκεῖθεν δὲ εἰς τοὺς ἑαυτοῦ διάγειν ἀγροὺς ἀφείθη· ∆ακοροηνοὶ δὲ τοῖς ἀγροῖς τὸ ὄνο

 Σύρος πενταπήχης ἦν τὸ μέγεθος καὶ σπιθαμὴν ἔφερεν προσθήκην, καίτοι τῶν ποδῶν αὐτοῦ πρὸς τὸ ἄλλο τοῦ σώματος μὴ συνομολογούντων τὸ ὕψος, ἀλλ' εἴσω κα

 τοῦ ὑδέρου νόσῳ κρατηθεὶς τελευτᾷ τὸν βίον, βασιλεύσας δέκα καὶ ἓξ ἔτη, ἐν ὅλοις δὴ βασιλεύων εἰς ὑψηλοὺς τοῦ βίου καταλήξας τέρμονας· «ἐπί τε γὰρ νίκ

 ἐπενεγκεῖν τῶν βασιλείων θᾶττον ἀποπέμψασθαι, ὡς εἶχεν ἀγκαλισαμένη τὰ παιδία διὰ χειρὸς ἑκατέρας προσέρχεται τῷ ἀνδρί· καὶ κωκύουσά τε ἅμα καὶ τὰ βρέ

 Ῥωμαίοις δρᾶσαι διανοούμενος. ἐκεῖθεν ὁ Τριγίβιλδος, ὡς δῆθεν τὸν Γαϊνᾶν διαφυγών, τήν τε Πισιδίαν καὶ τὴν Παμφυλίαν ἐπιὼν κατελυμήνατο· εἶτα πολλαῖς

 συνόντες βάρβαροι τὸν ἐκείνου παῖδα λαβόντες τὴν ταχίστην ᾤχοντο. καὶ τῇ Ῥώμῃ πλησιάσαντες, τὸν μὲν ἐφεῖσαν εἴς τι τῶν ἀσύλων ἱερὸν καταφυγεῖν, οἱ δὲ

 ἐποφθαλμήσας, τὴν ἴσην ἔδωκε δίκην. ὁ δ' Ἡρακλειανὸς μιμησάμενος τούτους καὶ πλέον τῷ τῆς τύχης γέλῳ ἐπιβάς, εὐκλεεστέραν ἔσχεν τὴν καταστροφήν, τῆς θ

 πολλάκις τὸ θεῖον ἐπὶ παιδείᾳ τῶν ἀνθρώπων τούτοις χρώμενον. τήν τε γὰρ Ἐρυθρὰν θάλασσαν, ῥᾷον ὂν ἀθρόον διαστῆσαι, 20νότῳ βιαίῳ20 πρότερον μαστιγώσας

 τῶν περὶ τὸν Ἄσπαρα γεγενημένης, φόνος ἑκατέρωθεν ἐρρύη πολύς. ἔπειτα σπονδὰς ὁ Ἀέτιος τίθεται πρὸς Πλακιδίαν καὶ Οὐαλεντινιανὸν καὶ τὴν τοῦ κόμητος ἀ

Historia ecclesiastica (fragmenta ap. Photium)

ΕΚ ΤΩΝ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΙΣΤΟΡΙΩΝ ΦΙΛΟΣΤΟΡΓΙΟΥ ΕΠΙΤΟΜΗ ΑΠΟ ΦΩΝΗΣ ΦΩΤΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ

Ὅτι ἐν δώδεκα λόγοις αὐτοῦ ἡ ἱστορία περαίνεται, ἀπαρτιζόντων αὐτοῦ τοὔνομα τῶν κατὰ τοὺς λόγους ἀρχομένων γραμμάτων ἐν τάξει συντιθεμένων. ἄρχεται μὲν ἀπὸ τῆς Ἀρείου πρὸς Ἀλέξανδρον, ὡς οὗτος λέγει, «ἔριδος»· ἣν καὶ τῆς αἱρέσεως αἰτίανἀναγράφει· κάτεισι δὲ μέχρι τῆς Οὐαλεντινιανοῦ (ὃς ἦν παῖς Πλακιδίας καὶ Κωνσταντίου) εἰς βασιλέα ἀναρρήσεως καὶ τῆς Ἰωάννου τοῦ τυράννου ἀναιρέσεως. Ἡ δὲ ἱστορία τῶν αἱρετιζόντων ἐστὶν ἐγκώμιον αὐτῷ ὥσπερ καὶ τῶν ὀρθοδόξων διαβολὴ καὶ ψόγος μᾶλλον ἢ ἱστορία. 1.1 Ὅτι τῶν Μακκαβαϊκῶν φησι τὸν συγγραφέα ὅστις ποτέ ἐστιν ἀγνοεῖν. πλὴν τὸ μὲν πρῶτον βιβλίον ἀποδοχῆς ἀξιοῖ, συνᾴδοντα διηγούμενον ταῖς τοῦ ∆ανιὴλ προφητείαις, καὶ ὅτι λίαν προμηθῶς διέξεισιν ὅπως τε ἀνδρῶν μοχθηρία τὰ Ἰουδαίων ἤλασεν ἐπ' ἔσχατον κακῶν, ὅπως τε πάλιν ἀνδρῶν ἀνήνεγκεν ἀρετή, καὶ τότε κατὰ τῶν πολεμίων ἐπανείλοντο κράτος καὶ ὁ νεὼς τῶν Ἑλληνικῶν ἀνεκαθάρθη μολυσμάτων. τὸ δεύτερον δὲ μὴ τὸν αὐτὸν μέν φησι ἐνδείκνυσθαι συγγραφέα· σύνοψιν δὲ εἶναι τῶν ὑπὸ Ἰάσονος τοῦ Κυρηναίου ἐν πέντε λόγοις ἀναγεγραμμένων, ἃ τὸν πόλεμον ἀπαγγέλλει ὃν Ἰούδας ὁ Μακκαβαῖος πρὸς Ἀντίοχόν τε τὸν Ἐπιφανῆ καὶ τὸναὐτοῦ παῖδα τὸν ἐπίκλην Εὐπάτορα διεπολέμησεν. τὸ δὲ τρίτον ἀποδοκιμάζει, τερατῶδες καλῶν καὶ οὐδὲν ὅμοιον τῷ πρώτῳ διεξερχόμενον. τὸ μέντοι γε τέταρτον ὑπὸ Ἰωσήπου γεγράφθαι καὶ αὐτὸς συνομολογῶν, οὐχ ἱστορίαν μᾶλλον ἢ ἐγκώμιον εἶναί φησι, τὰ περὶ τὸν Ἐλεάζαρον καὶ τοὺς ἑπτὰ παῖδας τοὺς Μακκαβαίους διηγούμενον 1.2 Ὅτι τά τε ἄλλα καὶ ὅσα πρὸς ἱστορίας ἥκει λόγον ὁ Φιλοστόργιος τὸν Παμφίλου Εὐσέβιον ἐπαινῶν, περὶ τὴν εὐσέβειαν διαμαρτάνειν φησί. καὶ τὸ ἁμάρτημα ὁ δυσσεβὴς διηγούμενος, διότι ἄγνωστον τὸ θεῖον καὶ ἀκατάληπτον ἡγοῖτο, ἀλλὰ καὶ ἄλλα τοιαῦτά φησιν αὐτὸν πλημμελεῖν. καταπαῦσαι δὲ αὐτὸν τὰς οἰκείας τῆς ἱστορίας μνήμας μέχρι τῆς τῶν παίδων διαδοχῆς τοῦ μεγάλου Κωνσταντίνου συνεπιμαρτύρεται. 1.3 Ὅτι οὗτος ὁ δυσσεβής φησι τὰς ψήφους τῆς ἀρχιερωσύνης ἐπ' Ἄρειον φερομένας αὐτὸν μᾶλλον Ἀλέξανδρον προτιμήσαντα ἑαυτοῦ, περιελθεῖν αὐτῷ ταύτας καταπράξασθαι. 1.4 Ὅτι Ἀλέξανδρόν τινα πρεσβύτερον Βαύκαλιν ἐπονομαζόμενον, διὰ τὸ σαρκὸς ὑπερτραφοῦς ὄγκον ὑπὸ τῶν μεταφρένων αὐτοῦ σεσωρευμένον ἄγγους ὀστρακίνου ἐκμιμεῖσθαι σχῆμα, ἅπερ οὖν βαυκάλας ἐπιχωρίως Ἀλεξανδρεῖς εἰώθασιν ὀνομάζειν, τοῦτόν φησιν τὴν δευτέραν τάξιν μετ' Ἄρειον ἔχοντα ἄρξαι τῆς αἰτίας ἐξ ἧς ἡ διαφορὰ Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ καὶ Ἀρείῳ συνερράγη, καὶ τὴν τοῦ ὁμοουσίου ἀνακήρυξιν ἐκεῖθεν ἐπιτεχνασθῆναι. 1.5 Ὅτι, φησί, Κωνστάντιος, ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ, κατ' ἀνδραγαθίαν τῶν ἄνω Γαλατιῶν, ἐν αἷς καὶ αἱ καλούμεναι Ἄλπεις, βασιλεὺς ἀπεδείχθη. δυσέμβολα δὲ τὰ χωρία ταῦτα καὶ δυσπρόσοδα· τὰς δὲ Γαλατίας οἱ νῦν Γαλλίας ἐπονομάζουσιν. ἡ δὲ τελευτὴ Κωνσταντίου κατὰ Βρετανίαν γέγονεν, τὴν Ἀλουΐωνος καλουμένην. ἐν ᾗ καὶ νοσοῦντα καταλαβὼν αὐτὸν Κωνσταντῖνος ὁ παῖς, φυγὼν παραδόξως τὴν ἐπιβουλὴν ∆ιοκλητιανοῦ, τελευτῶντα ἐκήδευσε, καὶ τῆς βασιλείας κατέστη διάδοχος. 1.6 Ὅτι τὴν τοῦ μεγάλου Κωνσταντίνου μεταβολὴν ἐκ τῆς Ἑλληνίδος θρησκείας εἰς τὸν Χριστιανισμὸν καὶ οὗτος τοῖς ἄλλοις συμφθεγγόμενος αἰτίαν γενέσθαι ἀναγράφει τὴν κατὰ Μαξεντίου νίκην· καθ' ἣν καὶ τὸ τοῦ σταυροῦ σημεῖον κατὰ ἀνατολὰς ἐπὶ μήκιστον ὤφθη διῆκον, αἴγλης αὐτὸν καταπληττούσης διατυπουμένης, καὶ ἀστέρων αὐτὸν κύκλῳ περιθεόντων ἴριδος τρόπῳ καὶ πρὸς