Commentarii in Joannem (in catenis) 1 Jo 1, 1 Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἄναρχός φησι κατὰ χρόνον, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, οἷον οὐκ ἄναρχος κατ' αἰτίαν. ὅρα πῶς ἑκατέρωθεν ὑποστηρίζει καὶ συσφίγγει τὴν ὀρθὴν δόξαν περὶ τοῦ υἱοῦ. εἶτα ἐπειδὴ τὸν υἱὸν Λόγον καὶ <αὖθις> Λόγον εἶπεν, τὸν δὲ πατέρα θεόν, ἵνα <μὴ> μείζονα τὸν πατέρα ὑπολαβὼν κατ' οὐσίαν τοῦ υἱοῦ <τοῦ ὀρθοῦ> ἐκπέσῃς, ἅμα τοῦ εἰπεῖν αὐτὸν θεὸν εὐθέως συνάψας καὶ τὸν υἱὸν ἀνεκήρυξεν θεόν. τί οὖν ὁ πατὴρ οὐκ ἐν ἀρχῇ ἦν καὶ πῶς οὐχί; εἰ γὰρ ὁ ἐν ἀρχῇ υἱὸς πρὸς τὸν θεὸν καὶ πατέρα ἦν, πῶς οὐκ ἂν εἴη καὶ αὐτὸς ἐν ἀρχῇ, τοῦτ' ἔστιν ἄχρονος καὶ ἄναρχος; ὁρᾷς πῶς ἐκ τοῦ ἄναρχον ἤτοι ἄχρονον εἶναι τὸν υἱὸν μανθάνομεν ὁμοίως ἄχρονον εἶναι καὶ τὸν πατέρα. ἀλλὰ μή ποτέ φησιν, εἰ καὶ ἐν ἀρχῇ ἦν καὶ εἰ ἄναρχος ὁ υἱὸς καὶ εἰ πρὸς τὸν πατέρα ἦν, ἀλλ' οὔπω δῆλον ἐκ τούτων ὁ ἄχρονος καὶ συνάναρχος καὶ ὁ πατήρ· οὐδὲν γὰρ κωλύει καὶ ἐν ἀρχῇ εἶναι τὸν υἱὸν καὶ πρὸς τὸν πατέρα εἶναι, ἀλλὰ μὴ ἐν ἀρχῇ αὐτὸν εἶναι πρὸς τὸν πατέρα, μὴ γένοιτο, φησίν· οὗτος γάρ, φησίν, ὁ Λόγος ὁ ἐν ἀρχῇ ὢν καὶ ἐν ἀρχῇ ἦν πρὸς τὸν πατέρα, ὥστε ἐκ τοῦ ἄχρονον εἶναι τὸν υἱὸν ἄχρονον καὶ συνάναρχον διδασκόμεθα καὶ τὸν πατέρα <ὡς> καλῶς ἔλεγεν ὁ δεσπότης. 2 Jo 1, 1-2 Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. ἐπεστραμμένος ἦν καὶ νεύων ἀεὶ πρὸς τὴν πατρικὴν αἰτίαν, φησίν· εἰ γὰρ καὶ γεγέννηται ἐξ αὐτοῦ, ἀλλ' οὐ διέστη αὐτοῦ. σκόπει δὲ θεολογίαν ὑψηλὴν καὶ ἀπηρτισμένην. εἶπεν ἐν ἀρχῇ, ἐδήλωσεν τὸ ἄχρονον, εἶπεν ὁ Λόγος, παρέστησεν τὸ ἀπαθὲς τῆς γεννήσεως καὶ ὅτι, ὥσπερ διὰ τοῦ λόγου τοῦ παρ' ἡμῖν τὰ ὑπ' αὐτῷ δηλοῦται καὶ γινώ σκεται, οὕτω καὶ διὰ τοῦ Λόγου τοῦ ὑπὲρ νοῦν τὸν πατέρα ἐπιγινώσκομεν· ὁ γὰρ ἑωρακὼς τὸν υἱόν, ἑώρακεν τὸν πατέρα καὶ οὐδεὶς δύναται ἐπιγνῶναι τὸν πατέρα, εἰ μὴ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ. καλῶς οὖν φησιν· ἐν ἀρχῇ ἦν ὁ Λόγος, εἶτα ἵνα μὴ νομίσῃς ἰδίαν ἀρχὴν ἀπεσχισμένην τῆς πατρικῆς ὑπάρχειν τὸν Λόγον, εὐθέως ἐπάγει· καὶ ὁ Λόγος ὁ ἄχρονος, ὁ ἀπαθὴς τὴν γέννησιν, πρὸς τὸν θεὸν ἦν. αὐτὸν αἰτίαν ἔχει, πρὸς αὐτὸν ἐπέστραπται. εἶτα πάλιν ἵνα μὴ νομίσῃς, ὅτι ἦν μὲν ἐν ἀρχῇ, ὕστερον δὲ τὸν πατέρα προσείληφεν εἰς αἰτίαν, ἐπάγει· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. οὗτος, φησίν, ὁ ἐν ἀρχῇ, ὁ ἄχρονος ὢν καὶ ἐν ἀρχῇ καὶ ἀχρόνως αἰτίαν εἶχεν τὸν πατέρα. καὶ οὔτε τὸ εἶναι τοῦ υἱοῦ πρεσβύτερον τοῦ ἐκ τοῦ πατρὸς αὐτὸν εἶναι καὶ πρὸς αὐτὸν εἶναι, οὔτε ὁ πατὴρ πρεσβύτερος ἢ τοῦ υἱοῦ ἢ τοῦ ἐξ αὐτοῦ γεγεννῆσθαι τὸν υἱόν, τοῦτ' ἔστιν οὔτε τῆς ὑπάρξεως τοῦ Λόγου οὔτε τῆς ἀπαθοῦς αὐτοῦ γεννήσεως. διὰ τῶν τοιούτων τοῦ πνεύματος λόγων πολλὰ στόματα προαποράπτων τῶν αἱρετικῶν, διὰ μὲν τοῦ ἐν ἀρχῇ Ἀρειανοὺς καὶ Μάρκελλον καὶ Φωτεινὸν καὶ μυρίας ἄλλας αἰσχύνων αἱρέσεις, διὰ δὲ τοῦ ὁ Λόγος τοὺς πάθος τι τῇ γεννήσει τολμῶντας προσάπτειν, διὰ δὲ τοῦ καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν Μαρκίωνά τε καὶ τοὺς ὅΣοι ἑτέραν ἀρχὴν καὶ ἀντίθεον τῷ τοῦ νόμου δοτῆρι καὶ πατρὶ τὸν υἱὸν εἰπεῖν ἠφρονήσαντο, διὰ δὲ τοῦ οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν πατέρα τούς τε προειρημένους Ἀρειανοὺς καὶ τὰς ἐξ αὐτῶν ὕστερον ὥσπερ ἀπὸ σαπροῦ δένδρου κατατμηθείσας παραφυάδας, τοὺς ἐκεῖθεν ἀποσχισθέντας οἷον θεὸν μὲν ἀεὶ εἶναι τὸν πατέρα, οὐκ ἀεὶ δὲ πατέρα, ἀλλ' ἐπιγενέσθαι ἐτερατεύσαντο· εἰ γὰρ ἐν ἀρχῇ ἦν ὁ Λόγος πρὸς τὸν θεόν, πότε ἦν, ὅτε οὐκ ἦν πατὴρ ὁ θεός, τῆς ἀρχῆς μηδὲν πρὸ αὐτῆς μηδ' ἀναπλάσαι συγχωρούσης; διὰ τούτων πᾶσαν τὴν τοιαύτην βλασφημίαν ἐπιρραπίζων καὶ τὸ ἄχρονον καὶ ἀπαθὲς καὶ πρὸς τὸν πατέρα ἀδιάστατον καὶ συναΐδιον ὑπογράφων καὶ ὅτι ἅμα τέ ἐστι Λόγος καὶ ἅμα υἱὸς καὶ ὅτι ἅμα τέ ἐστι θεὸς ὁ θεὸς καὶ πατήρ, ταῦτα καλῶς καὶ πανσόφως διατάσσων τε καὶ ἀναπλῶν ἐν μέσῳ πως ἐνεφθέγξατο καὶ τὸ ἐκ τούτων συναγόμενον καὶ θεὸς ἦν, φησίν, ὁ Λόγος ὥσπερ καὶ ὁ πατήρ· τοῦτο γὰρ εἴρητο περὶ τοῦ πατρός. θεὸς ἦν οὐχ ἁπλῶς ἔχων τὴν κλῆσιν, ἀλλ' οἷον ἐννοεῖν ἀπαιτεῖ τὰ προειρημένα περὶ αὐτοῦ, τὸ ἄναρχον κατὰ