Fragmenta in epistulam I ad Thessalonicenses (in catenis) 633 1 Thess 2,4-6 Ἀλλὰ καθὼς δεδοκιμάσμεθα. τοῦ μὲν μὴ ἐν λόγῳ κολακείας ἐλθεῖν αὐτοὺς καλεῖ μάρτυρας καὶ εἰκότως· αὐτοὶ γὰρ τῶν ἄλλων μᾶλλον τὰ περὶ αὐτοὺς ᾔδεισαν , ὅτι δὲ οὐδὲ ἐν προφάσει καὶ σκοπῷ τοῦ λαβεῖν, τὸν θεὸν καλεῖ μάρτυρα· ἄδηλα γὰρ ἀνθρώποις τὰ ἐν διανοίᾳ ἑκάστου μελετώμενα. τὸ μὲν γὰρ λαβεῖν ἢ μὴ λαβεῖν γνωστὸν ἀνθρώποις γίνεται καὶ μαρτυρεῖται, τὸ δὲ μηδὲ σκοπόν ποτε κτήσασθαι τοῦ λαβεῖν θεῷ γινώσκεται μόνῳ, χρόνῳ δὲ καὶ ἀνθρώποις ἀποκαλύπτεται· ὁ γὰρ ἔχων τοῦτο σκοπὸν πάντως εἰ μὴ μεταβάλλοι τὸν σκοπόν, ὁτεδήποτε λήψεται. Παύλῳ δὲ οὐδὲ ἐπὶ νοῦν ἧκε τὸ ἐπὶ προφάσει κέρδους κηρύξαι. διὸ εἰκότως τῶν ἐν διανοίᾳ τὸν κύριον μάρτυρα καλεῖ. ὁ αὐτὸς δὲ μάρτυς, φησίν, ὅτι οὐδὲ δόξαν ἐξ ἀνθρώπων ζητοῦντες κηρύττομεν. καλῶς δὲ ἐξ ἀνθρώπων· τὴν γὰρ ἐκ θεοῦ καὶ ἐζήτουν καὶ ἐλάμβανον. σοφῶς δὲ λίαν καὶ τὸ ζητοῦντες· εἰ γὰρ καὶ ἐδοξάζοντο ὑπ' ἀνθρώπων, ἀλλ' οὐ ζητοῦντες οὐδὲ ἐπιτηδεύοντες τὸ δοξασθῆναι. διὸ καὶ τούτου μάρτυς ὁ θεός· ἀπὸ κοινοῦ γὰρ ληπτέον αὐτό. 1 Thess 2,10 Μάρτυρες ὑμεῖς ὧν ἐθεάσασθε· ὧν δὲ ὑμεῖς οὐκ ἐθεάσασθε, ὁ θεὸς ὁ πάντα εἰδώς. οὕτως οὐδὲ ὑπονοίας αὐτοῖς λαβὴν ἐβούλετο καταλιπεῖν. 634 1 Thess 2,13 Λόγον ἀκοῆς. καλῶς· οὐ γὰρ αὐτόπται πάντες ἠδύναντο γίνεσθαι τοῦ κηρυττομένου. ἔλεγε δὲ καὶ ὁ κύριος· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες, δι' ἀκοῆς δηλονότι καὶ λόγου παραδεξάμενοι τὴν εὐσέβειαν. 1 Thess 2,15-16 Ὅρα ἐπιτεταμένην τὴν Ἰουδαίων κατηγορίαν καὶ ἀξίαν τῆς αὐτῶν μιαιφονίας. φησὶ γὰρ ὅτι πάντα ἃ ἐποίησαν Ἰουδαῖοι, σκοπῷ τοῦ ἁμαρτάνειν ἐποίουν, τοῦτ' ἔστιν ᾔδεισαν ὅτι ἁμαρτάνουσι, καὶ ἡμάρτανον· εἰς τὸ ἀναπληρῶσαι γάρ, φησίν, αὐτῶν τὰς ἁμαρτίας, οἷον ὅτι ὥσπερ χρεωστοῦντες ἁμαρτάνειν οὕτως ἡμάρτανον· εἰ γὰρ τὸν κύριον ἀγνοοῦντες ἀνεῖλον, τοὺς προφήτας διὰ τί; ἐφ' οἷς σεμνύνονται. ἡμᾶς διὰ τί διώκουσιν; ὑμᾶς δὲ διὰ τί κακοῦσιν; τὰ ἔθνη διὰ τί κωλύουσι σωθῆναι; εἰ γὰρ ἀγαθόν ἐστι τὸ προσελθεῖν τῇ πίστει Χριστοῦ τὰ ἔθνη, τί μὴ προστρέχουσι καὶ αὐτοί, ἀλλὰ καὶ τοὺς προστρέχοντας ἐπιχειροῦσι κωλύειν; εἰ δὲ οὐκ ἀγαθὸν ἡγοῦνται, τί διαφθονοῦνται τοῖς προσιοῦσιν; τί δὲ αὐτοῖς καὶ τῶν ἐθνῶν μέλει; ὁρᾷς πῶς ἑκουσίως ἁμαρτάνουσι καὶ πάντα ποιοῦσιν εἰς τὸ πάντοτε ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας, τοῦτ' ἔστιν ἕνεκα τοῦ μηδέποτε ἀποστῆναι αὐτοὺς τοῦ ἁμαρτάνειν. διὰ τοῦτό φησιν· καὶ ἔφθασεν ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. ἀεὶ μὲν γὰρ ἁμαρτανόντων εἵπετο ἡ ὀργή, ἀνεβάλλετο δὲ τῇ μετανοίᾳ χώραν διδοῦσα, νῦν δὲ κατέλαβεν αὐτούς. 1 Thess 4,11 Φιλοτιμεῖσθαι. εἰς τί; εἰς τὸ ἡσυχάζειν καὶ πράττειν τὰ ἴδια, ὡς ἂν εἴποις· μὴ αἰσχύνεσθε ὅτι πένητες διὰ τὸν Χριστὸν γεγόνατε· ἀλλὰ καὶ φιλοτιμίαν τοῦτο ἡγεῖσθε τὸ ἡσυχάζειν καὶ πράττειν τὰ ἴδια καὶ ἑξῆς. ἢ φιλοτιμεῖσθαι τὸ εὐεργετεῖν τοὺς ἀδελφοὺς καὶ φιλοφρονεῖσθαί φησιν. εἶτα· ἀλλὰ πένητές ἐσμεν· ἀλλ' ἐν τῷ ἡσυχάζειν καὶ πράσσειν, φησί, τὰ ἴδια ἔσται ὑμῖν πόρος καὶ δύναμις δι' οὗ κἀκείνους ἕξετε φιλοτιμεῖσθαι καὶ εὐεργετεῖν. 1 Thess 4,16 Κελεύει μὲν ὁ κύριος, καὶ φωνεῖ ὁ ἀρχάγγελος τὸ δεσποτικὸν κέλευμα, καὶ ἠχοῦσιν αἱ ἄλλαι τάξεις αἱ οὐράνιαι ἃς τροπικῶς σάλ 635 πιγγας καλεῖ ὥσπερ καὶ τὸ ἠχοῦσιν· ἀλλ' ὁ μὲν κύριος, ὅπερ ἔφημεν, κελεύει, ὁ δὲ ἀρχάγγελος τὸ δεσποτικὸν κέλευμα μηνύει τοῖς ὑπ' αὐτόν, οἱ δὲ διακονοῦσιν αὐτὸ καὶ διηχοῦσιν εἰς τὰ τοῦ κόσμου πέρατα. καὶ οἱ νεκροὶ οἱ ἐκ πάσης τῆς οἰκουμένης ἀνίστανται καὶ συνάγονται. ὅρα δὲ πῶς εὐφυῶς καὶ λεπτομερῶς ὑπογράφει τὴν τῶν νεκρῶν ἀνάστασιν, ἵνα μᾶλλον ταῖς τῶν ἀκροατῶν εἴη ἐντετυπωμένη διανοίαις. Σάλπιγγας καλεῖ τὰς ἀγγελικὰς δυνάμεις, ὅτι ὥσπερ ἡ σάλπιγξ οὐδὲν ἴδιον ἠχεῖ ἀλλ' ὅπερ ἂν ὁ τεχνίτης ἐμπνεύσῃ, οὕτως καὶ αἱ τοῦ θεοῦ σάλπιγγες οὐδὲν ἴδιον τολμῶσιν ἠχῆσαι ἀλλ' ὅπερ ἂν ὁ κοινὸς δεσπότης καὶ δημιουργὸς διὰ τοῦ ἀρχαγγέλου αὐταῖς ἐγκελεύσῃ. 1 Thess 4,17-18 Ἐπιστήσεις ὅτι