Fragmenta in epistulam ad Romanos (in catenis) 470 Rο+m1,1 Προέταξε τὸ Παῦλος, μηδὲ διαίρειν στόμα ἄνευ τοῦ μεμνῆσθαι τῆς δεσποτικῆς εὐεργεσίας βουλόμενος, οἷον· Παῦλος, φησίν, ὁ καὶ αὐτὴν τὴν κλῆσιν ἐξ εὐεργεσίας, ἐκ χάριτος, ἐκ φιλοτιμίας ἔχων δεσποτικῆς· Παῦλος, ὁ πάντα φέρων ἀπὸ τοῦ Χριστοῦ, τὴν κλῆσιν, τὴν χάριν, τὴν πολιτείαν. ∆οῦλος· αὐτῷ γὰρ ὅλος πέπραμαι, ἐλευθερωθεὶς ἀπὸ τοῦ νόμου καὶ τῆς ἁμαρτίας. δοῦλος· τοῦτό μου τὸ ἀξίωμα, ἀπὸ τούτου βούλομαι πᾶσι γνωρίζεσθαι. οἱ μὲν ἐν κόσμῳ ἀναστρεφόμενοι ἀπὸ τῶν ἐν κόσμῳ ἀξιωμάτων δηλοῦσθαι βούλονται, ὑπάτους ἑαυτοὺς καὶ στρατηγοὺς ἀναγράφοντες, Παύλῳ δὲ ἀρκεῖ εἰς μέγεθος ἀξιώματος τὸ δοῦλος εἶναι Χριστοῦ. Rο+m1,2 Εὐαγγέλιον θεοῦ, ὅτι θεὸν εὐηγγελίζετο· θεὸς γὰρ ὁ Χριστὸς ὃν ὁ Παῦλος εὐηγγελίζετο. μᾶλλον δὲ θεοῦ τοῦ πατρὸς λέγει· οὗτος γὰρ διὰ τῶν προφητῶν αὐτοῦ περὶ τοῦ ἀληθῶς υἱοῦ αὐτοῦ ἐλάλησεν. Rο+m1,3-5 Ἀναστάσεως δέ φησιν, ἧς ἀνέστη ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός. οὐκ εἶπεν περὶ υἱοῦ αὐτοῦ, ἀλλὰ τοῦ υἱοῦ αὐτοῦ, τὸν φύσει καὶ ἕνα καὶ κυρίως υἱὸν καὶ μονογενῆ δηλῶν. Τοῦ ὁρισθέντος, ἐπιγνωσθέντος, εἰς γνῶσιν ἀνθρώποις ἐλθόντος· εἰώθαμεν γὰρ δι' ὁρισμῶν τινων ἐπιγινώσκειν ἃ βεβαίως καὶ οὐκ ἐν δισταγμῷ ἐπιστάμεθα. εἶτα πῶς οὖν ὡρίσθη; πῶς εἰς γνῶσιν ἧκεν; ἐκ προφητικῶν χρησμῶν, ἐκ τῶν δυνάμεων ἃς ἐπετέλει, ἐκ τοῦ πνεύματος τοῦ ἁγίου ὃ παρεῖχεν τοῖς εἰς αὐτὸν πεπιστευκόσιν, ἐκ τοῦ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· τούτων γὰρ ἡ συνδρομὴ διορίζει αὐτὸν ἐκ τῶν ἄλλων ἁπάντων τῶν κατὰ χάριν κληθέντων υἱῶν, καὶ δείκνυσιν αὐτὸν καὶ διδάσκει πάντας αὐτὸν εἶναι τὸν ἀληθῆ καὶ φύσει υἱὸν τοῦ θεοῦ καὶ θεόν. ὅθεν δυνάμεθα καὶ κατ' εὐθείαν ταῦτα συνείραντες, τό τε ἐξαίρετον τῆς υἱότητος αὐτοῦ καὶ ἀκοινώνητον παραστῆσαι καὶ τὴν 471 περὶ αὐτοῦ γνῶσιν σαφῆ τοῖς πιστοῖς παρασχέσθαι, οἷον λέγοντες· Χριστός ἐστιν ὁ διὰ τῶν προφητῶν μὲν προκηρυχθείς, γενόμενος δὲ κατὰ σάρκα ἐκ σπέρματος ∆αυίδ, δυνάμεσι δὲ καὶ πνεύματος ἁγίου χορηγίᾳ τὸ τῶν ἀνθρώπων γένος εὐεργετῶν καὶ διὰ τῆς οἰκείας ἀναστάσεως θάνατον νεκρώσας καὶ συναναστήσας τοὺς ἀπ' αἰῶνος νεκρούς· οὗτός ἐστιν ὁ Χριστός, οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὡς ἔστιν ἐν ἀφορισμῷ καὶ συνόψει εἰπεῖν. πρόσθες εἰ βούλει πρὸς ἐξάπλωσιν σαφεστέραν, δι' οὗ καὶ Παῦλος ἔλαβε χάριν ἀποστολῆς, εἰς τὸ πεῖσαι τὰ βάρβαρα ἔθνη καὶ παρασκευάσαι ὑπακοῦσαι τῇ πίστει τῇ εἰς τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦτ' ἔστι πιστεῦσαι εἰς αὐτὸν καὶ λατρεύειν αὐτῷ ὡς ἀληθινῷ θεῷ καὶ υἱῷ θεοῦ. Rο+m1,5-7 Χάριν καὶ ἀποστολὴν ἀντὶ τοῦ χάριν εἰς ἀποστολήν. ἔστι δὲ παρὰ πολλοῖς τὸ τοιοῦτον σχῆμα τοῦ λόγου, καὶ μάλιστα παρὰ τῇ θεοπνεύστῳ γραφῇ ὡς ἐπίπαν ὁ καὶ παρέλκει. Εἰς ὑπακοὴν πίστεως. ἡ πίστις εἰς τὸ ὄνομα αὐτοῦ γέγονεν· αὐτὸν γὰρ τὰ ἔθνη οὐκ ἐθεάσατο, ἀλλὰ μόνου κηρυττομένου τοῦ ὀνόματος ἐκεῖνοι ἐπίστευον. ὄντως πλήρης ἦν χάριτος ἡ ἀποστολὴ τῶν μαθητῶν, ὅτι ἔπεισαν ὑπακοῦσαι καὶ πιστεῦσαι τὰ ἔθνη τῷ Χριστῷ, καὶ τό τε ἄνθρωποι καὶ ἁλιεῖς καὶ ἀγράμματοι. Πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς. ἐξ αὐτῆς τῆς προσφωνήσεως ταπεινοφρονεῖν αὐτοὺς προοιμιάζεται· εἰπὼν γὰρ πᾶσι καὶ μὴ μερίσας εἰς ἄρχοντας καὶ ἀρχομένους, δούλους καὶ ἐλευθέρους, ὁμοτίμους ἀλλήλους ἡγεῖσθαι λεληθότως συμβουλεύει. εἶτα, ἵνα μὴ εἴπωσιν· τί οὖν; πάντας ὁμοτίμους ἡγῇ, καὶ ἀγαθοὺς καὶ φαύλους, καὶ πιστοὺς καὶ ἀπίστους; ἐπισυνῆψε· κλητοῖς ἁγίοις· ἅπαντες γὰρ αὐτῷ οἱ ἅγιοι ὁμότιμοι, καὶ διαστολὴ οὐκ ἔστιν ἐν αὐτοῖς. Κλητοῖς. πόθεν ἐκλήθητε; ἐκ ποίων πόνων; ἐκ ποίων κατορθωμάτων; πόθεν ἐστὲ ἅγιοι; ἀλλ' ἢ ἐκ μόνης τῆς ἀγάπης θεοῦ· αὐτὸς γὰρ δωρεὰν ἀγαπήσας ἡμᾶς, καὶ τὸ αἷμα αὐτοῦ ὑπὲρ ἡμῶν ἐκχέας, ἐκάλεσεν ἡμᾶς εἰς ἁγιασμὸν καὶ κληρονομίαν τῆς βασιλείας αὐτοῦ. ἁγίους δὲ τοὺς πιστοὺς καλεῖ πάντας. Rο+m1,11-12 Τὸ μεταδοῦναι ὑμῖν χάρισμα οὐκ ἔστιν ἐμὸν μόνον, ἀλλὰ τῆς