Fragmenta in epistulam ii ad Thessalonicenses (in catenis) 2 Thess 1,3 Εἰ εὐχαριστεῖν δεῖ περὶ τῶν ἑτέροις κατωρθωμένων, τί πάθωσιν οἱ βασκαίνοντες το

Fragmenta in epistulam ii ad Thessalonicenses (in catenis) 2 Thess 1,3 Εἰ εὐχαριστεῖν δεῖ περὶ τῶν ἑτέροις κατωρθωμένων, τί πάθωσιν οἱ βασκαίνοντες τοῖς κατορθοῦσιν. 2 Thess 1,8 Ἢ ἐν πυρὶ φλογὸς τὸ εἶδος τῆς τιμωρίας φησὶν αἰνιττόμενος, ἣν τίσουσιν οἱ μὴ εἰδότες θεὸν μηδὲ ὑπακούσαντες τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. ἢ ἐν πυρὶ φλογὸς αὐτὴν τὴν δεσποτικὴν παρουσίαν, ὅτι μετὰ πυρὸς φλέγοντος γενήσεται, ὑποδηλῶν. οὕτως γὰρ καὶ οἱ πρὸ ἡμῶν ἐξειλήφασιν. 2 Thess 2,6 Καὶ νῦν τὸ κατέχον, φησίν, οἴδατε, εἰς τὸ μὴ νῦν ἀποκαλυφθῆναι αὐτόν, φησίν, ἀλλ' ἐν τῷ ἑαυτοῦ καιρῷ, οἷον· ὅταν ὁ ὁρισθεὶς αὐτῷ καὶ συγχωρηθεὶς αὐτῷ ὑπὸ θεοῦ χρόνος ἐπιστῇ. εἰ δὲ μὴ κατείχετο, καὶ νῦν ἂν ἐπέστη. οὕτως ἀεὶ κατὰ τῶν πιστῶν ὀργᾷ, καὶ τὴν κάκωσιν αὐτῶν ὁ πονηρὸς ἐπιθυμεῖ, ἀλλὰ κατέχεται καὶ κωλύεται. 2 Thess 3,11 Ἔτι περὶ τῶν ἀργῶν ὁ λόγος· ἁρμόζει δὲ καὶ περὶ τῶν ἁμαρτανόντων λέγεσθαι.

1