Lexicon
ΛΕΞΕΩΝ ΣΥΝΑΓΩΓΗ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ ∆Ι' ΩΝ ΡΗΤΟΡΩΝ ΤΕ ΠΟΝΟΙ ΚΑΙ ΣΥΓΓΡΑΦΕΩΝ ΕΞΩΡΑΪΖΟΝΤΑΙ ΜΑΛΙΣΤΑ
Φώτιος Θωμᾷ πρωτοσπαθαρίῳ καὶ ἄρχοντι τοῦ Λυκοστομίου φιλτάτῳ μαθητῇ χαίρειν. Αἱ τῶν λέξεων πλείους, περὶ ἃς τὸ ποιητικὸν νέμεται ἔθνος, εἰς τὸ ὠφελιμώτατον τοῖς βουλομένοις προσέχειν ∆ιογενιανῷ συνελέγησαν· εἰ γὰρ καὶ πολλοῖς ἄλλοις ἐπὶ νοῦν ἧκεν τὴν ἴσην καὶ ὁμοίαν πραγματείαν ἐνστήσασθαι, ἀλλ' οὖν, ὅσα γε ἐμὲ εἰδέναι, οὐδενὶ τῶν πρωτείων οὗτος περί γε τὸν εἰρημένον πόνον ἐξίσταται. ὅσαι δὲ ῥητόρων τε καὶ λογογράφων ἀττικίζουσι γλῶσσαν καὶ ἁπλῶς εἰς τὸν οὐκ ἐθέλοντα λόγον ἐποχεῖσθαι μέτρῳ συντελεῖν εἰσιν εὖ πεφυκυῖαι, ναὶ δὴ καὶ τῆς καθ' ἡμᾶς θεοσοφίας ὅσαι δέονται σαφηνείας, ταύτας δὲ ἄρα εἰ καὶ μὴ πάσας οὔτε γὰρ ῥάδιον οὔτε ἀλαζονείας ἡ ὑπόσχεσις πόρρω, ἅμα δὲ καὶ μείζονος ἢ καθ' ἡμᾶς σχολῆς ἀλλ' οὖν ἃς μάλιστά γε εἰδέναι προσήκει καὶ ἀναγκαῖον κεχρῆσθαι συναγαγὼν τὴν ἀναγραφήν σοι κατὰ στοιχεῖον ἐποιησάμην, οὐδὲ τῶν ποιητικῶν παντελῶς ἀποστάς· ἐπεὶ μηδ' ὅσοι ταύτας συνειλόχασι τῶν ἁρμοζόντων τῇ χωρὶς μέτρου φράσει παντελῶς ἀπέσχοντο. ταύτην δέ σοι ἄρα τὴν ὑπόθεσιν συνεταξάμην μνήμης τε ἅμα καὶ φιλίας ἀφοσίωσιν. διὸ εἰ καί τινας τῶν λέξεων περιέχει τὸ σύνταγμα, ἐν αἷς ἡ ποιητικὴ διατρίβει μοῦσα, περιττὸν οὐδὲν οὐδὲ φιλότιμον οὐδὲ νοθεῦον τὴν πρόθεσιν· ἐφ' ὧν τε γὰρ οὐκ ἔστι πολιτικὴν φωνὴν εὑρεῖν δηλοῦσαν καθαρῶς τὸ ὑποκείμενον, οὐ ποιητικὴν μόνον ἀνάγκη λαβεῖν, ἀλλὰ καὶ εἰ γλῶτταν ἀπομάττοιτο· τὸ γὰρ ἔχειν ὁτιοῦν ὀνόματι εἰπεῖν τοῦ μὴ ἔχειν χρειωδέστερον. ναὶ δὴ καὶ ὁ λίαν σεμνὸς καὶ τὸν ὄγκον πεποιημένος κόσμον λόγος πολλάς, αἷς τὸ ποιητῶν ἐντείνεται μέτρον, τῇ οἰκείᾳ σπουδῇ φιλεῖ ὑποβάλλεσθαι. καὶ μέντοι καὶ ὅσαι σαφέστεραι μέν εἰσι τῶν λέξεων, δοκοῦσι δέ πως μνήμης δεῖσθαι τῆς ἀναγούσης αὐτὰς εἰς τοὺς γεγεννηκότας, οὐδὲ τούτων κατὰ τὸ δυνατὸν τοὺς πατέρας ἀπεσιωπήσαμεν. ἀλλὰ καὶ εἴ πού τις ἐν τοῖς ἀρχαίοις ἀσάφεια τῇ τῶν λέξεων παραπλεκομένη ἑρμηνείᾳ τὸ τοῦ λόγου διέφθειρε χρήσιμον, οὐδὲ ταύτην λελυμασμένην ἐγκατελίπομεν, ἀλλ' εἰς τὸ σαφέστερον καὶ συνοπτικώτερον ἡρμοσάμεθα. σὺ δὲ κατὰ μέρος ἀναγινώσκων τὴν παροῦσαν τῶν λέξεων συναγωγήν, ἀκριβέστερον ἂν εἴης ἐποπτεύων, πότερον κομψευομένη μᾶλλον ἢ τὸ μέτριον τιμῶσα ἡ ὑπόσχεσις προοιμιάσατο. ἀλλὰ γὰρ προσθείην, ὡς οἶμαι, καὶ πονοῦντί σοι περὶ τοὺς ῥητορικοὺς καὶ συγγραφικοὺς λόγους ἡ τῶν λογάδων λέξεων μελέτη τὴν ἐπὶ τοῖς ῥήμασι δύναμιν σοφωτέραν μᾶλλον ἐπιμαρτυρήσειεν. {Περίφρασίς ἐστιν, ὅτε διὰ πλειόνων λέξεων οὐ πολλά, ἀλλ' ἕν τι δηλοῦται, οἷον ἀντὶ τοῦ ἄνθρωποι υἱοὶ ἀνθρώπων ἕως πότε βαρυκάρδιοι (Ps. 4, 2)}. {1{ΛΕΞΙΚΟΝ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ ∆Ι' ΩΝ ΡΗΤΟΡΩΝ ΤΕ ΠΟΝΟΙ ΚΑΙ ΣΥΓΓΡΑΦΕΩΝ ΕΞΩΡΑΪΖΟΝΤΑΙ ΜΑΛΙΣΤΑ} alpha.τ <Ἀρχὴ σὺν θεῷ τοῦ Α>}1 alpha.1 Α· τὸ ἄλφα περισπασθὲν δηλοῖ τὸ εἴθε· οὕτως γὰρ Καλλίμαχος κέχρηται (fr. 1, 33 πφ.). δηλοῖ δὲ καὶ τὸ ὦ ἄρθρον, ὡς Ὅμηρος (υ 351)· ἆ δειλοί. βραχέως δὲ καὶ δασέως ἐκφερόμενον ἅτινα σημαίνει, παρὰ δὲ ∆ημοκρίτῳ ἴδια (68 β 298 D. .K), καὶ παρ' Ὁμήρῳ δὲ τὰ ἑαυτοῦ (β 258)· τὰ ἃ πρὸς δώμαθ' ἕκαστος. τάσσεται δὲ τὸ ἅ καὶ ἀντὶ τοῦ ὧν, ὡς καὶ παρ' Εὐριπίδῃ ἐν Μηδείᾳ (758)· πράξασ' ἃ μέλλω καὶ τυχοῦσα ἃ βούλομαι. οὕτως δὲ καὶ Σοφοκλῆς λέγων (OC 1106)· αἰτεῖς ἃ τεύξῃ. εἰ δὲ ψιλωθείη περισπασθέν, τὸ νῦν σημαίνει, βρα χέως δὲ καὶ ψιλῶς σημαίνει ἀπόφασιν ἀρνητικήν. οὕτως μὲν εἰ μονοσύλλαβος ἡ λέξις οὖσα καθ' ἑαυτὴν αὐτοτελῆ παριστᾷ διάνοιαν,