1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

1

De aedificiis (lib. 16)

ΠΡΟΚΟΠΙΟΥ ΡΗΤΟΡΟΣ ΤΟΥ ΚΑΙΣΑΡΕΩΣ ΠΕΡΙ ΤΩΝ ΤΟΥ ∆ΕΣΠΟΤΟΥ ΙΟΥΣΤΙΝΙΑΝΟΥ ΚΤΙΣΜΑΤΩΝ.

ΛΟΓΟΣ Αʹ. 1.1.1 Οὐκ ἀρετῆς ἐπίδειξιν ποιεῖσθαι ἐθέλων, οὐδὲ λόγου δυνάμει θαρσῶν, οὐδὲ χωρίων ἐπὶ τῇ ἐμπειρίᾳ φιλοτιμούμενος, ἐς τῆσδε τῆς ἱστορίας τὴν γραφὴν ὥρμηκα· ἐπεὶ οὐκ εἶχον οὐδὲν ὑφ' οὗ ἂν παρρησίας ἐς τόδε ἀγοί1.1.2 μην. ἀλλά μοι πολλάκις ἔννοια γέγονεν ὁπόσων τε καὶ πηλίκων ἀγαθῶν αἴτιον ἱστορία ταῖς πόλεσι γίνεσθαι εἴωθε, παραπέμπουσά τε εἰς τοὺς ἐπιγόνους τῶν προγεγενημένων τὴν μνήμην, καὶ ἀνταγωνιζομένη τῷ χρόνῳ κρυφαῖα ποιεῖσθαι διατεινομένῳ τὰ πράγματα, καὶ τὴν μὲν ἀρετὴν εὐφημίαις ἀεὶ τῶν ἀναλεγομένων αὐτὴν ἐπαίρουσα, τῆς δὲ κακίας, ἐπιλαμβανομένη διηνεκές, ταύτῃ 1.1.3 τε ἀποκρουομένη τὴν αὐτῆς δύναμιν. τούτου οὖν δὴ μόνου ἐπιμελητέον ἡμῖν, ὅπως δὴ ἔνδηλα τὰ πεπραγμένα διαφανῶς ἔσται καὶ ὑφ' ὅτου ἐργασθείη τῶν πάντων ἀνθρώπων. ταῦτα δέ, οἶμαι, οὐδὲ γλώσσῃ τραυλιζούσῃ 1.1.4 τε καὶ ἰσχνοφώνῳ οὔσῃ ἀμήχανά ἐστι. χωρὶς δὲ τούτων εὐγνώμονας μὲν ἱστορία ἐς τοὺς εὐεργέτας ἐνδείκνυται γεγονέναι τῶν ἀρχομένων τοὺς εὖ πεπονθότας, ἐν μείζοσι δὲ αὐτοῖς ἐκτετικέναι τὰ χαριστήρια, οἵ γε, ἂν οὕτω τύχοι, ἐπὶ καιροῦ μὲν τῆς ἀγαθοεργίας τῶν ἐν σφίσιν ἡγησαμένων ἀπώναντο, ἀθάνατον δὲ αὐτοῖς τῶν εἰς τὸ ἔπειτα 1.1.5 ἐσομένων τῇ μνήμῃ τὴν ἀρετὴν διασώζουσι. διὰ ταῦτα γὰρ καὶ τῶν ἐπιγινομένων πολλοὶ ἀρετῶσι μὲν τὰς τῶν προγεγενημένων ζηλοῦντες τιμάς, ἐς δὲ τὰς βλασφημίας χαλεπῶς ἔχοντες τῶν ἐπιτηδευμάτων τὰ πονηρότατα, ὡς τὸ εἰκός, ἀναδύονται. ὅτου δὲ δὴ ἕνεκα ταῦτα ὑπεῖπον αὐτίκα δηλώσω. 1.1.6 Ἐν χρόνῳ τῷ καθ' ἡμᾶς Ἰουστινιανὸς ὁ βασιλεὺς γέγονεν, ὃς τὴν πολιτείαν πλημμελῶς κινουμένην παραλαβὼν μεγέθει μὲν αὐτὴν μείζω τε καὶ πολλῷ ἐπιφανεστέραν εἰργάσατο, ἐξελάσας ἐνθένδε τοὺς ἐκ παλαιοῦ βιασαμένους αὐτὴν βαρβάρους, ὥσπερ μοι λεπτολογου1.1.7 μένῳ ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις. καίτοι λέγουσί ποτε Θεμιστοκλέα τὸν Νεοκλέους ἀποσεμνύνεσθαι ὅτι δὴ οὐκ ἀνεπιστημόνως ἔχοι πόλιν μικρὰν 1.1.8 ποιῆσαι μεγάλην. ὁ δὲ δὴ οὐκ ἀμελέτητός ἐστιν ἐμπορίζεσθαι πολιτείας ἑτέρας. πολλὰς ἀμέλει προσεποίησεν ἤδη τῇ Ῥωμαίων ἀρχῇ ἀλλοτρίας καθ' αὑτὸν οὔσας, πόλεις δὲ ἀναρίθμους δεδημιούργηκεν οὐ πρότερον οὔσας. 1.1.9 πλανωμένην δὲ εὑρὼν τὴν ἀμφὶ τῷ θεῷ δόξαν τὰ πρότερα ἐς πολλά τε ἀναγκαζομένην ἰέναι, συντρίψας ἁπάσας τὰς ἐπὶ τὰς πλάνας φερούσας ὁδούς, διεπράξατο ἐν 1.1.10 τῷ βεβαίῳ τῆς πίστεως ἐπὶ μιᾶς ἑστάναι κρηπῖδος. πρὸς δὲ καὶ τοὺς νόμους λαβὼν τῷ τε παμπληθεῖς οὐ δέον γεγονέναι σκοτεινοὺς ὄντας καὶ ξυγχεομένους διαφανῶς τῷ ἀπ' ἐναντίας ἀλλήλοις ἰέναι, καὶ τοῦ μὲν ὄχλου αὐτοὺς τῆς τερθρείας ἀποκαθάρας, τὸ δὲ τῷ ἐς ἀλλήλους διχοστατεῖν βεβαιότατα κρατυνόμενος διεσώσατο, καὶ τοῖς μὲν ἐπιβουλεύουσιν αὐτεπάγγελτος τὰς αἰτίας ἀφείς, τοὺς δὲ βίου δεομένους πλούτῳ πεποιημένος κατακορεῖς καὶ τύχην αὐτοῖς τὴν ἐπηρεάζουσαν βιασάμενος, 1.1.11 εὐδαίμονι βίῳ τὴν πολιτείαν ξυνῴκισεν. ἀλλὰ καὶ βαρβάροις πανταχόθεν ὑποκειμένην τὴν Ῥωμαίων ἀρχὴν στρατιωτῶν τε πλήθει ἐπέρρωσε καὶ ὀχυρωμάτων οἰκοδο1.1.12 μίαις ἁπάσας αὐτῆς τὰς ἐσχατιὰς ἐτειχίσατο. ἀλλὰ τῶν μὲν ἄλλων τὰ πλεῖστα ἐν ἑτέροις μοι συγγέγραπται λόγοις, ὅσα δὲ αὐτῷ ἀγαθὰ οἰκοδομουμένῳ δεδημιούργηται, ἐν τῷ παρόντι γεγράψεται. ἄριστον μὲν δὴ βασιλέα γεγονέναι Κῦρον τὸν Πέρσην φασίν, ὧν ἀκοῇ ἴσμεν τοῖς τε ὁμο1.1.13 γενέσιν αἰτιώτατον τῆς βασιλείας. εἰ δὲ τοιοῦτός τις ἦν ὁ Κῦρος ἐκεῖνος οἷος δὴ ὑπὸ Ξενοφῶντι τῷ Ἀθη1.1.14