1
Refutatio Procli (fragmentum e cod. Vat. gr. 1096)
̓Εκ τῶν εἰς τὰ Πρόκλου θεολογικὰ κεφάλαια ἀντιῤῥήσεων Προκοπίου Γάζης ἀντίῤῥησις κεφαλαίου ρμʹ.
Θεία πρόοδος ἄναρχος καὶ ἀτελεύτητος, μόνη ἂν λέγοιτο ἡ ἀπὸ τοῦ ἑνὸς μόνου Πατρὸς γέννησις τοῦ ἐνὸς καὶ μόνου Υἱοῦ, καὶ ἀπὸ τοῦ αὐτοῦ πρόβλησις τοῦ ἐνὸς καὶ μόνου ἁγίου Πνεύματος καθ' ἣν ἡ πατρική τε καὶ ἀρχικὴ μᾶλλον δὲ προάναρχος μονὰς εἰς δυάδα κινηθεῖσα τὴν ἐν Υἱῷ θεωρουμένην καὶ Πνεύματι, μέχρι Τριάδος ἔστη, καθάπερ φησιν ὁ ἡμέτερος Θεολόγος Γρηγόριος. Αὕτη δὲ καὶ μόνη θεία φύσει πρόοδος, εἴπερ δεῖ φύσει λέγειν ἐπὶ τῶν ὑπερφυῶν καὶ θείων· καὶ ταύτης ἀρχὴ μὲν ἄναρχος ὁ Πατὴρ, ἐξ αὐτοῦ γάρ· μεσότης δὲ σύναρχος ὁ Υἱὸς, δι' αὐτοῦ γάρ· τέλος δὲ ὑπερτελέστατον καὶ ἀτελεύτητον τὸ Πνεῦμα τὸ ἅγιον, εἰς αὐτὸ γάρ· ἐξῄρηται δὲ καὶ τῶν ἄλλων προόδων αὕτη· οὐδὲ γὰρ ἐξίστησιν ὅλως τῆς ἀρχῆς τὰ ἐξ αὐτῆς, ἀλλ' ἀνεκ- φοίτητα πάντη ταύτης τηρεῖ, διὰ τὴν τῆς οὐσίας ταυτότητα· εἰ καὶ ὡς ἴδια πρόσωπα πρόεισι· διὸ οὐδὲ τῆς κατ' ἔφεσιν ἐπιστροφῆς δέονται· αἱ δὲ παρὰ ταύτην πᾶσαι τῶν ὄντων πρόοδοι, τοῖς οὖσι συνδιαιροῦνται· καὶ ἄναρχος μὲν τούτων οὐδεμία, ὅτι καὶ τῶν ὄντων ἄναρχον οὐδὲν, ἀλλὰ πάντα γέγονε παρὰ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ συντελεσθέντα τῷ Πνεύματι· ἀτελεύτητος δὲ, οὐ πᾶσα· οὔτε μὴν πάντη, ἀλλὰ τῶν μὲν ἀϊδίων μετὰ τὴν ἐκεῖθεν παραγωγὴν μενόντων, ἡ μὲν κατ' οὐσίαν καὶ δὴ τετέλεσται· οὔτε γὰρ ἀλλάττα παρὰ τὰ ἐξ ἀρχῆς παραχθέντα ἐπιπαράγονται· οὔτ' αὐτὰ ἐκεῖνα τὰ παραχθέντα, τὴν κατ' οὐσίαν μεταβολὴν ὑπομένοντα, πάλιν ἄλλης παραγωγῆς δέονται· ἡ δὲ κατ' ἔλλαμψιν, ἀΐδιος ἐκεῖθεν προβαίνει καὶ ἀτελεύτητος, τοῖς μὲν πρω- τοδότως, τοῖς δὲ δευτεροδότως, καὶ καθεξῆς· τῶν θείων ἀπαυγασμάτων προχεομένων κατὰ μετάδοσιν, ἀναλόγως ταῖς ἑκάστων τάξεσιν εἴτ' οὖν στάσεσι, μέχρι καὶ τῶν ἐν ἐκείνοις ἐσχάτων· οὕτω δὲ καὶ πάντα πρὸς τὴν μίαν ἀρχὴν ἀνατατικῶς ἐπιστρέφει· καὶ ὁ ἀΐδιος τούτοις καὶ ἀτελεύτητος ἔν τε ταῖς προόδοις καὶ ταῖς ἐπιτροφαῖς κύκλος σώζεται· ἡ δὲ τῶν ὑπὸ γένεσιν καὶ φθορὰν καὶ χρόνον, κατὰ μὲν τὸ καθόλου, καὶ ἤδη τετέλεσται. Ἐν ἓξ γὰρ ἡμέραις σύμπας ὁ αἰσθητὸς συμπεπλήρωται κόσμος· ἐν δὲ τῇ ἑβδόμῃ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· καὶ οὐκέτι πρόοδος ἄλλου κόσμου καὶ ἔτι προσδοκᾶται πάμπαν συντελεσθῆναι, κατὰ τὴν τοῦ παρόντος αἰῶνος συντέλειαν· κατὰ δὲ τὸ κατὰ μέρος, ἕτι μὲν ἐνεργεῖται καθὰ εἴρηται τῷ Σωτῆρι· "ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι·" πεπαύσεται δὲ πάντως καὶ ἡ κατὰ τὴν κοινὴν συντέλειαν· καὶ ἄλλη τηνικαῦτα πρόοδος ἔσται, καθ' ἣν ἔσται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι· καὶ πάντα πρὸς αὐτὸν ἐπιστρέψουσιν, ἡ τῶν ὅλων μεταστοιχείωσις, καὶ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μεταποίησις.