De caeco nato (olim sub auctore Joanne Chrysostomo)
Περὶ ζήλου καὶ εὐσεβείας, καὶ εἰς τὸν ἐκ γενετῆς τυφλόν. αʹ. Πηγὴ φωτὸς ὁ τοῦ Θεοῦ λόγος· φωτὸς γὰρ γέμων, καὶ φωτὸς ἐκλάμπων, φωτίζει καὶ περιαστράπτει τὰς τῶν πιστῶν διανοίας. Αὐτὸς γὰρ ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ λάμπει, καὶ τοὺς ἀπολαύοντας αὐτοῦ καταυγάζει· καὶ οὐ μόνον φωτίζει τῶν πιστῶν τὴν διάνοιαν, ἀλλὰ καὶ ὄνομα φωτὸς χαρίζεται. Ἡ γὰρ θεία Γραφὴ τοὺς τῇ ἀγνοίᾳ συντρόφους ὄντας, καὶ τῇ ἀπιστίᾳ συζῶντας, δικαίως ὀνομάζει σκότος, μὴ δεχομένους τὴν λαμπάδα τῆς ἀληθείας, ἵνα ὦσιν υἱοὶ φωτός. ∆ιὰ τοῦτό φησι καὶ ὁ θεῖος ἀπόστολος Παῦλος· Οὐκ ἐσμὲν υἱοὶ νυκτὸς, οὐδὲ σκότους, ἀλλ' υἱοὶ φωτὸς καὶ ἡμέρας. Καὶ ὡς ἀληθῶς υἱοὶ φωτός ἐσμεν οἱ τοῦ εὐαγγελικοῦ λόγου τοῦ λαληθέντος διὰ στόματος Θεοῦ· Ἐγὼ γάρ εἰμι, φησὶν ὁ Χριστὸς, τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. Ἐκεῖνος γὰρ λόγος ἐστὶ φωτὸς, ὃς ἐὰν πιστευθῇ παρ' ἡμῶν, υἱὸς φωτὸς παρασκευάζει γενέσθαι. Ὅθεν φησὶ καὶ ὁ Σωτήρ· Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ὡς γὰρ ἐπὶ τῶν σωμάτων τὸ αἰσθητὸν τὸ τοῦτο φῶς, οὕτως ἐπὶ τῶν ψυχῶν ὁ νοερὸς τοῦ Θεοῦ λόγος· καὶ ὅπερ ἐστὶν ἐν τῇ νυκτὶ τὸ σκότος, τοῦτο ἐν ταῖς πεπλανημέναις ψυχαῖς ἡ ἄγνοια. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος ∆αυῒδ περὶ τῶν τοιούτων γράφει, λέγων· Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν σκότει διαπορεύονται. Οὕτως οὖν καὶ τὴν συναγωγὴν ὁ Θεὸς τὴν ἀγνοίᾳ βεβαπτισμένην, καὶ μὴ βουλομένην ἀνανεῦσαι πρὸς τὴν γνῶσιν τῆς πνευματικῆς διδασκαλίας, νύκτα καλεῖ, διὰ τὴν συζῶσαν αὐτῇ ἄγνοιαν. Ὅτε γὰρ τοῖς Ἰουδαίοις ὁ Θεὸς ἔλεγε διὰ τοῦ προφήτου· Νυκτὶ ὡμοίωσα τὴν μητέρα ὑμῶν· καὶ ἑρμηνεύων ὁποίαν λέγει νύκτα ὁμοίαν σκότους, ἐπήγαγεν· Ὡμοιώθη ὁ λαός μου λαῷ μὴ ἔχοντι γνῶσιν. ∆ιὰ τοῦτο Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν νυκτὶ διαπορεύονται. Ἀλλ' ἐκεῖνοι μὲν οὕτως· οἱ δὲ τῆς τοῦ Χριστοῦ διδασκαλίας δεξάμενοι τὸ φῶς, οἱ τοιοῦτοι φῶς ἀποτελοῦνται. Ἔστι γὰρ ὁ Θεὸς ἡμῶν φῶς· καὶ ὁ Λόγος αὐτοῦ ὁ ἐξ αὐτοῦ πρὸ αἰώνων ἀπαθῶς γεννηθεὶς, φῶς λέγεται· καὶ τὸ ἅγιον καὶ ὁμοούσιον καὶ ζωαρχικὸν Πνεῦμα, φῶς. Φῶς, καὶ φῶς, καὶ φῶς· ἀλλ' ἓν φῶς· καὶ ἡ ψυχὴ ἡ δεξαμένη τὸν λόγον, φῶς ὀνομάζεται. Ἀλλ' ὁ μὲν Θεὸς φύσει τρισυπόστατον φῶς, ἡμεῖς δὲ κατὰ μετουσίαν ἐκείνου· καὶ πάλιν αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς φῶς, περὶ οὗ ὁ εὐαγγελιστὴς Ἰωάννης φησίν· Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἀλλὰ φῶς ὑπάρχων ἐκ φωτὸς ἀῤῥήτου, καὶ τὸν νόμον διαπέμπεται φωτὸς γέμοντα, κατὰ τὸν προφήτην τὸν λέγοντα· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. ∆εξαμένη τοίνυν ἡ ψυχὴ τῆς ἀληθείας τὸν φωτεινὸν λόγον, καὶ αὐτὴ φῶς ἀποτελεῖται, καὶ ἀκούει παρὰ τοῦ Παύλου· Ἦτε γάρ ποτε σκότος, νυνὶ δὲ φῶς ἐν Κυρίῳ. Ὅταν δὲ δέξηται ἡ διάνοια τὸ φῶς τὸ εὐαγγελικὸν, καὶ κατὰ τὴν πίστιν φῶς ὀνομάζεται· ὡσαύτως δὲ καὶ κατὰ τὰ ἔργα. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν οὐρανοῖς. Ἀνάγκη γὰρ τὸν δεξάμενον φῶς πίστεως ἐλθεῖν καὶ εἰς ἔργα φωτός. Οὐ μόνον δὲ εἶναι δεῖ τοῦ πιστοῦ τὴν ψυχὴν φῶς, ἀλλὰ καὶ κατὰ τὰ ἔργα λάμπειν ἔμπροσθεν τῶν ἀνθρώπων· διὰ τοῦτο καὶ ὁ Σωτήρ φησι· Λαμψάτω φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ ὅρα τὸ θαυμαστόν· τὸ μὲν γὰρ ὑπὸ τοῦ Θεοῦ φῶς ἁπλοῦν ἐστιν, ἀκτῖνας δὲ διαφόρους ἔχει οὐ τῇ φύσει, ἀλλὰ ταῖς ἐνεργείαις· καὶ πέμπεται μὲν ἡ λάμπουσα τοῦ Θεοῦ διδασκαλία ἐπὶ πᾶσαν πιστὴν ψυχὴν, κατὰ τὸ εἰρημένον· Καὶ ἔστω ἡ