Fragmenta in epistulam i ad Timotheum (in catenis)
1 Tim 1,1
Οὐ τέθεικεν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς τὸ κατ' ἐπιταγήν. διὰ τί νῦν τίθησιν; ἐπειδὴ ἔμελλε νομοθετεῖν τινα καὶ ἐκκλησιαστικοὺς κανόνας ἐκτίθεσθαι. προλαβὼν πείθει, ὅτι κατ' ἐπιταγὴν θεοῦ μέλλει λέγειν. 1 Tim 1,8-9 Καὶ μὴν ἔχει ὁ νόμος τὰ πρακτέα, καὶ ἡ χάρις τὰ ἀπαγορευτέα, ἀλλ' ἀπὸ τοῦ πλεονάζοντος ὠνόμασεν ἕκαστον, καὶ μάλιστα ὅτι ἐν τῇ χάριτί εἰσιν τοῦ σωτῆρος αἱ ἐντολαί-οὐ νόμοι-, ἀλλὰ τῇ προαιρέσει καταλιμπανόμεναι. ἅπερ ἐὰν μὴ γένηται, οὐ πάντως κατακέκριται ὁ μὴ πεποιηκώς, ὡσανεὶ τὸ τῆς παρθενίας κτῆμα καὶ εἴ τι τοιοῦτο ἕτερον. 1 Tim 2,5-6 Ἀλλ' ἴσως ἐρεῖ τις· πῶς θεὸν εἶναι φῂς τὸν ἀποθανόντα τοῦ Παύλου σαφῶς εἰρηκότος ἐν οἷς γέγραφε πρὸς Τιμόθεον· ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. τί οὖν; οὐκ ἀκούεις αὐτοῦ λέγοντος ὡς ὁ κύριος τῆς δόξης ἐσταύρωται; καὶ ὅτι ἐξ Ἰούδα ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν; καὶ ὅτι Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας; εἷς γὰρ ἦν ἐξ ἀμφοῖν θεότητός τε καὶ ἀνθρωπότητος, τελείως ἐχουσῶν κατὰ τὸν ἴδιον λόγον τῶν φύσεων, ὁμοούσιος ὢν τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος τοῖς ἀνθρώποις ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα. καὶ γὰρ καὶ τὸν καθ' ἡμᾶς ἄνθρωπον ἐκ ψυχῆς ὄντα καὶ σώματος καὶ τελοῦντος εἰς μίαν ὑπόστασιν, ζῶον εἶναί φαμεν θνητὸν λογικόν· ἀλλὰ κατὰ μὲν τὸ σῶμα θνητόν, κατὰ δὲ ψυχὴν λογικόν. πλὴν ὅλον τὸ ζῶον θνητὸν προσηγόρευται καὶ ὅλον κέκληται λογικόν, καὶ οὔτε συγκέχυται τὰ ἐξ ὧν 337 συντέθειται φυσικῶς, οὔτε μὴν εἰς δύο πρόσωπα διῄρηται. οὕτω καὶ ὁ Ἐμμανουὴλ ἐκ δύο φύσεων εἷς ὢν καὶ μία ὑπόστασις καὶ μία φύσις αὐτοῦ τοῦ λόγου σεσαρκωμένη οὔτε συνέχεε τὰ ἐξ ὧν ἡ ἀπόρρητος ἕνωσις γέγονεν, οὔτε μένων εἷς δίδωσι τῇ δυάδι παρείσδυσιν ἐξ ἧς ἡ διαίρεσις· τὸ γὰρ ἓν κυρίως οὐκ ἄν ποτε γένοιτο δύο, μεταστὰν δὲ εἰς δύο τοῦ ἓν εἶναι πάντως πεπαύσεται. εἷς τοίνυν ὑπάρχων Ἰησοῦς Χριστός, κἂν ἐκ μέρους ὀνομάσειέ τις καὶ ἄνθρωπον εἴποι, σεσαρκωμένος νοεῖται θεός, καὶ ἔμπαλιν θεὸν καλέσειε, λόγος ἐνανθρωπήσας κατασημαίνεται. διὰ τοῦτο γὰρ εἰδότες αὐτὸν ἕνα καὶ ἀδιαίρετον, ἀναγκαίως κεχρήμεθα τῷ προδιορισμῷ λέγοντες ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, καὶ τὸν αὐτὸν παθητὸν τῇ σαρκὶ καὶ ἀπαθῆ τῇ θεότητι. κατὰ τὸ ὅμοιον δὲ σχῆμα κἀκεῖνο τὴν θεόπνευστον γραφὴν διεξϊοῦσαν ἰδεῖν· πῆ μὲν γὰρ παραδεδόσθαι λέγεται Χριστὸς ὑπὸ τοῦ πατρός, πῆ δὲ αὐτὸς ἑαυτὸν παραδεδωκέναι γέγραπται. καὶ Ῥωμαίοις δὲ ἐπιστέλλων ὁ Παῦλός φησι περὶ τοῦ πατρός· ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Τιμοθέῳ δὲ γράφει ταυτί· εἷς θεὸς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. καὶ θέα μοι τῆς γραφῆς τὸ ἀπεξεσμένον καὶ ἀκριβές. ἔνθα μὲν γὰρ ἔφησεν ἴδιον υἱὸν τοῦ θεοῦ καὶ πατρὸς τὸν Χριστόν, καὶ εἶπεν· ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, δηλῶν ἴδιον εἶναι τὸν τῆς αὐτῆς οὐσίας ὑπάρχοντα καὶ μὴ ἀλλότριον, ἔπειτά γε τὸ ὑφειμένον καὶ οἰκονομικὸν τὸ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. ἔνθα δὲ προηγήσατο τὸ οἰκονομικόν, καὶ εἶπεν· ἄνθρωπος Ἰησοῦς Χριστός. προσεπήνεγκε τὸ θεοπρεπὲς καὶ οὐκ εἶπεν «ὁ παραδοθεὶς» ἀλλ' ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. Γαλάταις δὲ γράφων φησὶν οὕτως· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. τί τοίνυν τὰ οὕτως ἐντεχνέστατα; καὶ μετὰ πάσης ἁρμονίας τῆς θεοπρεπεστάτης εἰρημένα παρατρέχοντες καὶ τῇ Ἰουδαικῇ τυφλώσει καὶ