In Job (sermones 14) (olim sub auctore Joanne Chrysostomo)
Εἰς τὸν δίκαιον καὶ μακάριον Ἰὼβ, Λόγος αʹ. αʹ. Ἧκεν ἡμῖν ἐνιαύσιος σήμερον ὁ τῆς οἰκουμένης ἀθλητής· ἧκεν ἡμῖν ὁ ξένος καὶ τῶν ἀγγέλων ὁμότιμος ἀγωνιστὴς, ὁ πολλὰ παρὰ τοῦ διαβόλου τυπτόμενος, καὶ πολλὰ παρὰ τοῦ Θεοῦ μαρτυρούμενος· ὁ πολλὰ παρὰ τοῦ διαβόλου πληττόμενος, καὶ πολλὰ βραβεῖα παρὰ τῶν θεατῶν ἀγγέλων ὑποδεχόμενος· ὁ πολλὰ ὑπὸ τοῦ Ἐχθροῦ μαστιζόμενος, καὶ μέγας στεφανίτης ὑπὸ τοῦ Θεοῦ εἰς τὴν οἰκουμένην ἀναδειχθείς. Οὕτω γὰρ αὐτὸς αὑτῷ διαλεγόμενος ἔλεγεν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἀλλ' ἢ ἵνα ἀναφανῇς δίκαιος; Τίς οὖν τὸν τοιοῦτον ἀριστέα κατ' ἀξίαν εὐφημῆσαι δύναται; τίς ἀντάξια τῶν ἀνδραγαθημάτων αὐτοῦ βραβεῖα πλέξαι κατατολμήσει; τίς ἐπιχειρήσει πρὸς ἄπειρον πέλαγος ἐγκωμίων ἀναβῆναι; Ὡς γὰρ οὐκ ἄν τις τῶν νοῦν ἐχόντων κατατολμήσειέ ποτε τῆς θαλάσσης τὸ πέλαγος βήμασιν ἀνθρωπίνοις διαπεράσαι, οὕτως οὐδέ τις τῶν σοφῶν καὶ λίαν διδασκάλων ἐπιχειρήσει ποτὲ τοὺς κατ' ἀξίαν ἐπαίνους τῆς γενναίας ἐκείνης καὶ τρισολβίου ψυχῆς τοῖς ἀκροαταῖς διηγήσασθαι. Πᾶσαν γὰρ ἀνθρωπίνην ὑπερβάλλει σοφίαν τὰ τούτου κατορθώματα· πᾶσαν ὑπερβάλλει στεφανηφορίαν τὰ τούτου παλαίσματα. Οὐκοῦν ἀγγελικῆς ἐπιδεόμεθα γλώσσης, ἵνα ἄκροις, ὡς εἰπεῖν, τοῖς δακτύλοις ἐφαψάμενοι τῆς μυροθήκης ἐκείνης, πᾶσαν ὁμοῦ τὴν ἐκκλησίαν πληρώσωμεν. Μόνον γὰρ ἐὰν ἐπιχειρήσωμεν ἅψασθαι τοῦ ἀγγείου τοῦ Ἰὼβ, καὶ μικρὸν αὐτὸ διασαλεύσωμεν, εὐθὺς τῆς εὐωδίας τοῦ μύρου ἡ ἐκκλησία πληροῦται. Ἀκούσωμεν τοίνυν τῆς ἱστορίας περὶ αὐτοῦ λεγούσης· Ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον Κυρίου. Εἶδες μαρτυρίαν τὴν εὐφημίαν τῶν ἀγγέλων διεγείρουσαν; εἶδες μαρτυρίαν τὸν διάβολον μετὰ τῶν ἐπιχειρημάτων αὐτοῦ καταισχύνουσαν; Ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν. Αὕτη ἡ τοῦ Θεοῦ μαρτυρία κατὰ πᾶσαν ἐκκλησίαν, ὡς μύρον πολυτίμητον, τοὺς ἀκούοντας εὐφραίνει. Ὢ ἀγγείου πολυτίμου εἰς ἕνα τόπον κατὰ τὴν Ἀραβίαν ἀποκειμένου, καὶ κατὰ πᾶσαν τὴν οἰκουμένην τὴν εὐωδίαν τοῦ μύρου διαπεμπομένου! ὢ ἀγγείου μυρίοις λίθοις καὶ πληγαῖς καὶ βέλεσι παρὰ τοῦ διαβόλου τυφθέντος, καὶ τὸ μύρον μὴ ἐκχέαντος! Πολὺς ἐγένετο τῷ δια56.564 βόλῳ κάματος, ἵνα τὸ ἀγγεῖον συντρίψῃ. καὶ τὸ μύρον 56.564.20 τῆς εὐσεβείας ἀφανίσῃ· καὶ ἐσπούδαζε διὰ τῆς δυσωδίας τῶν τραυμάτων ἀμαυρῶσαι τοῦ μύρου τὴν εὐωδίαν. Καὶ γὰρ καὶ τὸ σῶμα αὐτοῦ ἀπώζεσεν ἀπὸ τῆς ἑλκώσεως τῶν τραυμάτων· ἀλλ' ἔμεινε καὶ τὸ ἀγγεῖον τραυματιζόμενον, καὶ τὸ μύρον μὴ ἀπολλύμενον, ἵνα καὶ ἡμεῖς προσφόρως εἴπωμεν αὐτῷ· Μύρον ἐκκενωθὲν ὄνομά σοι. ∆έον οὖν αὐτὸν γυμνὸν, ὡς ἐπάλαιεν, ἀναστῆσαι τὸν ἀθλητὴν, ἵνα εἰς ἐκείνην τὴν εἰκόνα τὴν θαυμασίαν ὁρῶντες, πληροφορηθῶμεν διὰ τῆς φύσεως τῶν πραγμάτων, ὅτι ὁ Θεὸς δεῖξαι βουλόμενος τῷ διαβόλῳ, ὅτι ἐπὶ τῆς γῆς ἀνθρώπους δικαίους ἔχει, οὐκέτι διὰ κολακείας κατὰ τὸν Ἀδὰμ ἀπατωμένους, ἀλλὰ διὰ μυρίων βασάνων καὶ μαστίγων στεφανουμένους, ταύτην συνεχώρησε γενέσθαι τὴν δραματουργίαν. Ἀποστάτα, φησὶ, μεγαλοφρονεῖς, ὅτι τὸν Ἀδὰμ ἀπατήσας, καὶ τὴν γυναῖκα κολακεύσας, ἐξέβαλες τοῦ παραδείσου· ἰδοὺ ἄνθρωπος δίχα προσταγμάτων Γραφῆς βιώσας, καὶ τὸν ἄγραφον τῆς φύσεως νόμον διανοίᾳ κατορθώσας Προσάγαγε μυρίας θωπείας, μυρίας κολακείας, μυρίας βασάνους, εἰ δύνασαι τὴν ἀρίστην ταύτην παρασαλεῦσαι ψυχήν. Ἰδοὺ, τὸν πρῶτον ἄνθρωπον ἐξέβαλες τοῦ παραδείσου. Βλέπε νῦν, ἐπιχείρησον, εἰ δύνασαι, κἂν ἀπὸ κοπρίας τὸν ἀθλητὴν ὑποσκελίσαι. Ἀλλ', εἰ δοκεῖ, ἄνωθεν ὀλίγον εἰς αὐτὴν τὴν ἱστορίαν ἀναδράμωμεν· Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ