In illud: Quando ipsi subiciet omnia (olim sub auctore Joanne Chrysostomo)
150 Τοῦ ἐν ἁγίοις Ἰωάννου τοῦ Χρυσοστόμου· Εἰς τὸ ἀποστολικὸν ῥητόν· Ὅταν αὐτῷ ὑποταγῇ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι 151 αὐτῷ τὰ πάντα· καὶ εἰς τὸ Οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ· καὶ εἰς τριάδα καὶ ὅτι εἰς τιμὴν τῆς τριάδος τρεῖς πατριάρχαι, τρεῖς ἱερεῖς, τρεῖς βασιλεῖς, τρεῖς ἀρεταὶ μνημονεύονται. Χθὲς ἡμῖν, ἀδελφοί, ὁ περὶ τῆς ἀτελευτήτου βασιλείας τοῦ Χριστοῦ λόγος ἐγένετο. Τοῦ ἡμετέρου λόγου ἐν ἀκμῇ μὲν γενομένου τῆς ἀκροάσεως, ἀρκοῦσαν δὲ δεδωκότος τοῖς ἀκροαταῖς τὴν ἀπόδειξιν- ἀρκοῦσαν δὲ λέγω οὐ πρὸς τὴν ἀξίαν τοῦ κηρυττομένου, ἀλλὰ πρὸς τὴν δύναμιν τοῦ κηρύττοντος· οὐδὲν γὰρ ἔστι τοιοῦτον οὔτε ἐπὶ γῆς οὔτε ἐν οὐρανῷ, ὃ δύναται ἐπαξίως τὴν πολυΰμνητον ὑμνῆσαι τοῦ μονογενοῦς ἀξίαν· πολλὰ γὰρ τοῖς προφήταις προαναπεφώνηται περὶ τῆς τοῦ κυρίου θεοφανείας, πολλὰ τῷ νόμῳ τεθέσπισται, πολλὰ τοῖς ἀποστόλοις κεκήρυκται, πολλὰ τοῖς εὐαγγελισταῖς διηγόρευται, καὶ τῆς ἀξίας οὐδεὶς ἐφικέσθαι δεδύνηται. Εἰ δὲ τοσοῦτοι τοῦ ἁγίου πνεύματος ποταμοὶ ἀένναα καὶ καθαρὰ τὰ ῥεῖθρα ἔχοντες ἐκένωσαν μὲν τὴν δύναμιν τὴν ἀνθρωπίνην, ἐπάξιον δὲ τῆς θείας δυνάμεως οὐδὲν ἐφθέγξαντο, ποῦ φανήσεται βραχυτάτη λόγου ψεκὰς τοσαύτης ἀξίας λόγου προκειμένης; Οὐ δύναται θνητὴ γλῶσσα ἐπαξίως ἀθάνατον ἀνυμνεῖν φύσιν, οὐ χωρεῖ λόγος ἀνθρώπων τὸν κοσμοποιὸν ἐπαξίως ἀνυμνῆσαι τοῦ θεοῦ λόγον. Τί οὖν· Κηρύττομεν ὅσον ἰσχύομεν, ἐπειδὴ ὅσον ὀφείλομεν οὐκ ἐπαρκοῦμεν. Ἐπὶ μὲν οὖν τῶν ἄλλων ἀγώνων οἱ μὲν νικῶντες τοὺς στεφάνους κομίζονται, ἐπὶ δὲ τῶν περὶ θεολογίας πόνων οἱ ὁμολογοῦντες ἡττᾶσθαι τοὺς στεφάνους τῆς εὐγνωμοσύνης κομίζονται· ἡττηθῶμεν τοίνυν εἰπόντες καὶ μὴ κατακριθῶμεν σιωπήσαντες. Ἀλλ' ἐπειδή, τὸ μὲν γὰρ ἀτελεύτητον, φησίν, ἐδείχθη τῆς βασιλείας, ὅτι παραδίδωσι τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, τουτέστι τὴν οἰκουμένην 152 τήν ποτε βασιλευθεῖσαν τῇ ἁμαρτίᾳ, ὕστερον δὲ βασιλευομένην ὑπὸ τῆς χάριτος, καταλέλειπται δὲ ἀνεξέταστα τὸ Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἀναγκαῖον εἰπεῖν τὰ δυνατά, ἵνα μὴ ἡ ἡμετέρα σιωπὴ ὄλισθον κατασκευάσῃ τοῖς ἀγνώμοσιν. Εἰδέναι δὲ δεῖ πάντας ὑμᾶς, ἀδελφοί, ὅτι ἡμεῖς οὐχ ἑκόντες παραλελοίπαμεν, ἀλλ' ὡς ἐντελῆ τὸν λόγον καὶ ἐξητασμένον παραδεδωκότες ἀπὸ τῶν προλαβόντων ἐνομίσαμεν σεσαφηνῖσθαι καὶ τὸ ὑπολιμπανόμενον. Εἷς γὰρ σκοπὸς καὶ εἷς λόγος ὁ καὶ τὰ προλαβόντα λύων καὶ τὰ προκείμενα σαφηνίζων κατ' οἰκονομίαν τῷ ἀποστόλῳ ταῦτα λελέχθαι· καὶ ὥςπερ ἐκεῖ τὸ παραδιδόναι τὴν βασιλείαν τῷ θεῷ καὶ πατρὶ πρὸς τὴν τοῦ κηρύγματος δύναμιν οὐ συμφωνεῖ, ἀλλ' ἡ λέξις ἐπιπολαίως εἰσάγεται διὰ τὴν ἀσθένειαν τῶν τὴν πολύθεον πλάνην ἐπανῃρημένων-γάλα γὰρ ὑμᾶς ἐπότισα, οὐ βρῶμα-οὕτω καὶ νῦν τῷ αὐτῷ λόγῳ καὶ τοῦτο λέγεται. Πανταχοῦ γὰρ τῷ ἀποστόλῳ σκοπὸς δεῖξαι οὐδαμοῦ διαστασιάζουσαν τὴν θείαν φύσιν πρὸς ἑαυτὴν οὐδὲ τὸν υἱὸν ἀντιστατοῦντα τῷ πατρὶ κατὰ τὴν ἀσεβῆ τῶν Ἰουδαίων ὑπόληψιν· ἔλεγον γὰρ ὅτι Οὗτος οὐκ ἔστι παρὰ τοῦ θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Μίαν οὖν εἰσάγει φύσιν ἀστασίαστον, μίαν ὁμόνοιαν, ἕνα λόγον, ἓν θέλημα, μίαν ἐξουσίαν, ἕνα θεὸν ἐν πᾶσιν, ἵνα τῆς πολυθέου πλάνης ἐκτέμῃ τὰ βλαστήματα. Ἀπεδείξαμεν γάρ, ὡς μέμνηνται οἱ φιλόπονοι τῶν ἀκροατῶν, ὅτι ὁ αὐτὸς λόγος ὁ τῷ πατρὶ τὴν ἀξίαν προςμαρτυρήσας ταῖς αὐταῖς λέξεσι καὶ ταῖς συλλαβαῖς τὴν ἀξίαν κηρύττει τοῦ Χριστοῦ· καὶ ὥςπερ ἐκεῖ εἶπεν· Ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν, οὕτως καὶ 153 ἐπὶ τοῦ μονογενοῦς· Ἀλλὰ τὰ πάντα ἐν πᾶσι Χριστός. Τί οὖν βούλεται τὸ Ὑποταγήσεται; Φάρμακον κατασκευάζει τῆς ἑλληνικῆς νόσου· οὐ δόγμα ἐκκλησιαστικὸν εἰςάγει,