1
Fragmenta in Matthaeum
1Mt 1, 1 Ὁ μὲν μακάριος Ματθαῖος εὐθὺς καὶ ἐκ προοιμίων διδάξαι πάντα σκοπὸν ἐσχηκώς, ὅτι κατὰ τὰς προφητικὰς ὤφθη φωνὰς ὁ Χριστὸς ταῖς μὲν γεγενημέναις ἐπαγγελίαις τὸ ἀψευδὲς παρεχόμενος οὐδὲ μίαν δ' ἀγνωμοσύνης πρόφασιν τοῖς ἀπιστοῦσιν καταλιμπάνων, βίβλος, φησί, γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αβὶδ υἱοῦ Ἀβραὰμ ἀντὶ τοῦ· τοῦτον ἐκήρυττον αἱ προλαβοῦσαι φωναί, τοῦτον ηὔδων αἱ πρὸς τοὺς δικαίους ἐπαγγελίαι. 2 mt 1, 1 Περιττὸν μὲν τὸ τοῦτο ζητεῖν· τί γὰρ διαλλάττει τὸ πρῶτον τοῦτον εἰπεῖν ἢ τὸν ἕτερον; δι' ἑκατέρου γὰρ ἀπόγονος ὁμοίως ἀμφοτέρων ἐδείκνυτο. ὁ δὲ εὐαγγελιστὴς οὐδὲ οὕτως φησίν· οὐ γὰρ τὸν Χριστὸν ἔφη υἱὸν τοῦ ∆αβὶδ καὶ υἱὸν Ἀβραὰμ, ἀλλὰ τὸν μὲν Χριστὸν τοῦ ∆αβίδ, τοῦ δὲ Ἀβραὰμ τὸν ∆αβίδ, τὸ αὐτὸ μὲν καὶ οὕτως σημαίνων, οὐ τοῦτο δὲ τέως ἐν τῷ προχείρῳ λέγων τῆς λέξεως· τὸν γὰρ υἱὸν δῆλον ὡς οὐ τὸν γεννηθέντα λέγει, ἀλλὰ τὸν ἀπόγονον. ἀλλὰ φαίη τις ἂν πρὸς αὐτόν, ὡς οὐκ ἀπὸ τοῦ ∆αβὶδ ἀνάγειν ἐπὶ τὸν Ἀβραὰμ ἐβουλήθη τὸ γένος ὁ Ματθαῖος· τί δήποτε γάρ, εἰ τοῦτο ἤθελεν, μὴ κατὰ τὸν Λουκᾶν αὐτὸν ἐγενεαλόγησεν; ἀλλ' ἰδικῶς δι' ἃς ἔφαμεν αἰτίας τοῦτό φησιν. ἦν ἀπὸ τῶν δώδεκα τούτων μνημονεῦσαι δι' ὧν τὸ γένος ἐπὶ τὸν Χριστὸν κατάγεσθαι συνέβαινεν. 4 mt 1, 16 Ἐπειδὴ τοίνυν ἐδόκει τι καινὸν ἐμφαίνειν τῇ μεταβάσει εἰπὼν Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός, ἐπηγγείλατο καὶ τὸν τρόπον ἡμῖν ἐκθέσθαι, καθ' ὃν γεγέννηται καί φησιν· «τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν»· ἀντὶ τοῦ οὐχ ὁμοίως ἐτέχθη τοῖς λοι ποῖς, ἀλλ' ἑτέρως. 5 mt 1, ∆υνατὸν δὲ νοῆσαι τὴν δύναμιν τοῦ θεοῦ· καὶ γὰρ πνεῦμα κα λεῖται. 7
mt 2, 7 Ὁ Ἡρώδης λάθρα ἠβουλήθη ἐρωτῆσαι τοὺς μάγους δεδιὼς μή πως οἱ
Ἰουδαῖοι ὡς οἰκεῖον βασιλέα σώσωσιν αὐτόν. 8 mt 2, 23 Ἕτεροι δέ φασιν ταῦτα διαφωνεῖν πρὸς τὰ παρὰ τῷ Λουκᾷ κεί μενα· εἰ γὰρ ἀπὸ τῆς Βηθλεὲμ κατὰ τὸν Λουκᾶν ἀνῆλθεν εἰς Ἰερου σαλὴμ κἀκεῖθεν εἰς τὰ Νάζαρα, πῶς κατὰ τὸν Ματθαῖον ἀπὸ τῆς Βηθ λεὲμ χρηματισθεὶς ὁ Ἰωσὴφ ἀπήρθη εἰς Αἴγυπτον; Λουκᾶς μὲν γὰρ τὸν καιρὸν ἱστορῶν τῆς τοῦ σωτῆρος ἡμῶν γεννήσεως τῆς «Αὐγούστου» βασιλείας μνημονεύει καὶ τῆς κατ' αὐτὸν «ἀπογραφῆς» καὶ τὰ συμ βάντα ἐπὶ τῇ τοῦ σωτῆρος γεννήσει, ἀλλὰ καὶ «ὅτε», φησίν, «ἐπλήσθησαν αἱ ἡμέραι τοῦ περιτεμεῖν αὐτόν, ἀνήγαγον» τὸ παιδίον «εἰς Ἱεροσόλυμα» καὶ τελέσαντες ἐπ' αὐτῷ τὰ νενομισμένα ἀπίασιν εἰς «Ναζαρέθ». ὁ δὲ Ματθαῖος οὐδ' ὅλως τῶν παρὰ τῷ Λουκᾷ μέμνηται, τίθησι δὲ τὰ παρὰ τούτῳ σεσιγημένα, λέγω δὴ τὰ κατὰ τοὺς μάγους, κινησάντων μὲν ἴσως ἀπὸ τῆς οἰκείας γῆς ἅμα τῷ γεννηθῆναι τὸν Ἰησοῦν οὔπω δὲ τὴν τοσαύ την στειλαμένων πορείαν ἐν καιρῷ βραχεῖ. πόσος δὲ ἦν οὗτος ὁ μεταξὺ χρόνος τοῦ τε φανέντος ἀστέρος καὶ τῆς τῶν μάγων ἀφίξεως, αὐτὸς ἐδίδαξεν ὁ εὐαγγελιστὴς λέγων «ἀπὸ διετοῦς» καὶ «κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων»· οὐκοῦν διετὴς ἤδη χρόνος παρελήλυθεν ἀπὸ τῆς τοῦ κυρίου γεννήσεως καὶ ἐπὶ τὴν ἄφιξιν τῶν εἰρημένων. οὔκουν διαφωνεῖ τὰ παρὰ τοῖς ἱεροῖς εὐαγγελισταῖς, εἰ μὲν ὁ Λουκᾶς ὀγδόῃ τῆς γεννήσεως ἡμέρᾳ ἀνάγει αὐτὸν ἅμα τοῖς γονεῦσιν εἰς Ἰερουσαλὴμ κἀκεῖθεν ἀπάγει ἐπὶ τὴν Ναζαρέθ, Ματθαῖος δὲ μετὰ διετῆ χρόνον γενόμενον πάλιν ἐν Βηθλεὲμ ἀναγράφει, ἐντεῦθέν τε εἰς Αἴγυπτον ἀπεληλυθέναι διὰ τὴν τοῦ βασιλέως ἐπιβουλήν. καὶ ἦν εἰκὸς οὐ μόνον δεύτερον, ἀλλὰ καὶ πλειστάκις ἐπιφοιτᾶν αὐτοὺς τῷ τόπῳ μνήμης τοῦ παραδόξου χάριν. ὅτι δὲ μὴ εἷς ἦν παρ' ἀμφοτέροις χρόνος, καὶ ἄλλως ἔστι συλλογίσασθαι. Λουκᾶς φησι μὴ εὐπορῆσαι