1

 2

 3

 4

 5

 6

 7

1

Homilia in nativitatem Mariae

Ζʹ. Τοῦ αὐτοῦ Λόγος, εἰς τὸ γενέσιον τῆς ὑπεραγίας ∆εσποίνης ἡμῶν Θεοτόκου.

96.680

αʹ. Λαμπρῶς πανηγυρίζει ἡ κτίσις σήμερον, καινὸν οὐρανὸν τὴν Παρθένον λαμβάνουσα. Κόρη ἐπὶ γῆς γεγέννηται, τοῦ Βασιλέως τῶν οὐρανῶν ἐψυχώμενος θάλαμος. Νεᾶνις εἰς φῶς ἐλήλυθε τῆς ἡλιακῆς ἀκτῖνος φανότερον ἀστράπτουσα. Βρέφος ἐκ στείρας ἀνέλαμψε, τῆς παρθενίας τέμενος ἱερώτατον. Τίς οὐχ ὑπαντήσει πρὸς τὴν πανήγυριν; τίς οὐ δωροφορήσει ἑόρτια, καὶ τῇ Παρθένῳ φιλούμενα; ∆ῶρον κάλλιστον παρθενεύουσιν ἡ ἀφθαρσία, γήμασι σωφροσύνη, πλουσίοις μετάδοσις, πένησιν ἡ εὐχαριστία, ἄρχουσιν ἡ ἡμερότης, βασιλεῦσιν ἡ δικαιοσύνη, ἱερεῦσιν ἡ ὁσιότης, τοῖς πᾶσιν ἐν ἅπασιν ἡ εὐνομία. Ἐπεὶ δὲ τοιαῦτα τὰ δῶρα, καὶ μετὰ τοιούτων ἡ λαμπροφορία, δεῦτε σκιρτήσωμεν εὐφρόσυνα. Ἄσωμεν χαριστήρια, μετὰ ∆αβίδ· Ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Τῷ Κτίστῃ τῶν ἁπάντων, ναὸς ὑποδοχῆς ᾠκοδόμηται· 96.681 ὅτι τῷ δημιουργῷ Λόγῳ καταγώγιον ξενισμοῦ ἡτοίμασται· ὅτι τῷ Ἡλίῳ τῆς δικαιοσύνης νεφέλη φωτὸς ἐξήπλωται· ὅτι τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, θεοϋφάντου περιβολαίου ἱστὸς ἀνίσταται· ὅτι τῷ κιρνῶντι ταῖς ὥραις τοὺς καιροὺς καὶ ἐνιαυτοὺς συνακτήριον νυμφικὸν ἀναδέδεικται.

βʹ. Χορεύσατε, νεάνιδες· παρθενικὸν γὰρ τὸ γενέθλιον. Σκιρτήσατε, μητέρες· μητρικὸς γὰρ καρπὸς ἡ παρθενεύουσα. Στεῖραι, εὐέλπιδες ἔστε πρὸς τὴν πρὶν στειρεύουσαν, εἶτα θεόπαιδα γεννήσασαν ἀποσκοπεύουσαι. Μηδέ γε κόραι τῆς χορείας ἀπολειπέσθωσαν, τῆς μόνης κορῶν κορωνίδος ὁμοῦ καὶ βασιλίδος τὸ γενέσιον πανηγυρίζουσαι. Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς· ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν· κηρύξατε ἐν Ἱερουσαλὴμ, δι' Ὠσηὲ ἡμῖν κἀνταῦθα τὸ προσταττόμενον. ∆αβὶδ ὁ Θεοπάτωρ, εὐφράνθητι· Ἡσαΐας ὁ προφητοκράτωρ, φαιδρύνθητι. Καὶ ὁ μὲν, ὅτι ἐξ ὀσφύος σου κατὰ τὴν ὁρκωμοσίαν ἡ βασιλὶς προέρχεται, ἐξ ἧς θήσειν ἐπὶ τὸν θρόνον σου τὸν καρπόν σου Θεὸς ἐπηγγείλατο· ὁ δὲ, ὅτι ἡ προφητεία σου πέρας εἴληφεν, Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Ῥάβδος ἡ Παρθένος, ἐξ ἧς ἀπειρόγαμος τὸ ἀνθηρὸν καὶ ἀένναον Χριστὸς ἄνεισιν.

γʹ. Ἀλλὰ τί μοι τῷ δεῖνι, καὶ τῷ δεῖνι τὸ χαίρειν περιγράφειν, καὶ μὴ φωνῇ περιληπτικῇ διασημᾶναι τὴν ἀγαλλίασιν; Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. ∆ιὰ τί; ὅτι σκήνωμα τῷ Θεῷ Ἰακὼβ πεφανέρωται· ὅτι τόπος ἅγιος τῷ παναγίῳ Λόγῳ ὑποδέδεικται. Ὡς φοβερὸς ὁ τόπος οὗτος, βοάτω Ἰακὼβ ὁ πατριαρχικώτατος, οὐκ ἔστι τοῦτο ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ! Ὢ ἀποῤῥήτων ἀκουσμάτων! ὢ παραδόξων ἀποτελεσμάτων! Τί τοῦτο τὸ καινὸν διήγημα; τίς αὕτη ἡ ξενίζουσα παραβολὴ καὶ ἀπόῤῥητος; Εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἐξαρκέσουσί σοι, ὡς ὁ Λόγος, καὶ τίς ἡ ἐξαρκοῦσα αὐτῷ φυσικὴ κατοίκησις; Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος; Καὶ ποῦ τῷ τοιούτῳ, καὶ τηλικούτῳ, καὶ ὑπεραίροντι πάσης καταληπτικῆς ὑποθέσεως; οὐ γὰρ ἐν ποσότητι τὸ ἄπειρον, περιληπτικὸν χωρίον ἐξευρηθήσεται. Ὁ οὐρανός μοι, φησὶν, θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Καὶ ποῖος οἰκοδομηθήσεται οἶκος τῷ ἐρωτῶντι; ἢ τίς ἐξευρεθείη τόπος τῆς καταπαύσεως αὐτοῦ; ἀλλ' ὅμως εὕρηται, καὶ