1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

1

Fragmenta in Joannem

9Jo 1, 32 Εἰ γὰρ καὶ αἰσθητοῖς ὀφθαλμοῖς δυνατὸν ἦν ἰδεῖν ὡς ἐν εἴδει περιστερᾶς τὸ πνεῦμα κατιόν, ἀλλ' ὅμως οὐ διὰ τοῦτο πᾶσα ἀνάγκη πᾶσι κατάδηλον εἶναι τὸ πρᾶγμα.

12Jo 2, 1-9 Κατὰ θεωρίαν καταβέβηκεν ἐξ οὐρανῶν ὁ τοῦ θεοῦ λόγος, ἵνα

τὴν ἀνθρώ που φύσιν νυμφίου δίκην οἰκειωσάμενος κυοφορήσειν ἀναπείσῃ τὰ πνευματικὰ τῆς Joφίας σπέρματα. συγκροτεῖται δὲ ὁ γάμος ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τοῦτ' ἔστι ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς· ὁ γὰρ τρίτος ἡμῖν ἀριθμὸς ἀρχὴν εἰσφέρει καὶ μεσότητα καὶ τέλος. τούτῳ φαίνεται προσεοικὸς τὸ δι' ἑνὸς τῶν προφητῶν εἰρημένον· πατάξει καὶ μοτώσει ἡμᾶς· καὶ ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ δὲ τρίτῃ καὶ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ· καὶ γνωσόμεθα διώξομεν τοῦ γνῶναι καὶ τὸν κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρή Joμεν αὐτόν· ἔπληξε γὰρ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ἀλλὰ πάλιν αὐτὸς ἐμότωσεν κατὰ τὴν τρίτην ἡμέραν, τοῦτ' ἔστιν ἐν ἐσχάτοις καιροῖς, ὅτε δι' ἡμᾶς γενόμενος ἄνθρωπος ὑγιῆ τὴν φύσιν ἀπέδειξεν ὅλην ἐκ νεκρῶν ἀναστήσας ἐν ἑαυτῷ. οὐκοῦν διὰ τούτου τὴν τρίτην ἡμέραν εἶπεν καθ' ἣν ὁ γάμος ἐτελεῖτο. ἐν Κανὰ δὲ τῆς Γαλιλαίας φησίν, οὐκ ἐν ἹεροJoλύμοις, ἵνα εἴπῃ ἔξω τῆς Ἰουδαίας ἐν τῇ τῶν ἐθνῶν χώρᾳ· Γαλιλαία γὰρ τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδεν φῶς μέγα· δῆλον γὰρ ὡς Ἰουδαῖοι μὲν τὸν ἐξ οὐρανῶν ἀπώσαντο νυμφίον, προσεδέξατο δὲ αὐτὸν ἀσμένως ἡ ἐξ ἐθνῶν ἐκκλησία, ἔρχεται δὲ οὐκ αὐτόμολος ὁ σωτήρ· πολλαῖς γὰρ ἁγίων ἐκαλεῖτο φωναῖς· ἀλλ' οἶνος ἐλελοίπει τοὺς ἑστιωμένους· οὐδένα γὰρ ἐτελείωσεν ὁ νόμος, οὐκ ἐξήρκεσεν πρὸς τὸ εὐφρᾶναι τελείως, ἀλλ' οὐδὲ αὐτὸ τὸ τῆς ἐμφύτου στύψεως μέτρον εἰς τὸ δύνασθαι διασώζειν ἐξετείνετο. οὐκοῦν ἀληθὲς ἂν εἴη καὶ ἐφ' ἡμῶν τὸ οἶνον οὐκ ἔχουσιν. ὁ δὲ θεὸς οὐ περιορᾷ τῇ τῶν ἀγαθῶν ἐνδείᾳ τριβομένην τὴν φύσιν, ἀλλ' οἶνον μὲν ἀνέδειξε τοῦ πρώτου βελτίονα· τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ· τὰ γὰρ θεῖα τῆς εὐαγγελικῆς διδασκαλίας παιδεύματα πληρεστάτην εἰσφέρει τὴν εὐλογίαν. θαυμάζει δὲ τὸν οἶνον τοῦτ' ἔστι τὴν νέαν ὁ ἀρχιτρίκλινος· ἕκαστος γὰρ τῶν εἰς τὴν θείαν ἱερωσύνην τελούντων τὸν ὑπὲρ νόμον αὐτοῦ καταπλήττεται λόγον. πρώτῳ δὲ αὐτῷ κελεύει δοθῆναι Χριστός· τὸν γὰρ κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν καὶ νοείτω ὁ ἀκρο ατής, ὃ λέγω.

22 Jo 5, 45 Οὐδὲ γὰρ ἦν εὐπρεπὲς καταλιπόντα αὐτὸν τὸ τοῦ κριτοῦ ἀξίωμα

ὡς ἐν δικαστηρίῳ τὰς καθ' ἐκείνων ποιεῖσθαι κατηγορίας. ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωυσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε· ἐν τῷ καιρῷ γὰρ τῆς κρίσεως κατήγορος αὐτῶν κατασταθήσεται, ὅτι μὴ προσέσχον τοῖς λόγοις αὐτοῦ μηδὲ ἐπίστευσαν αὐτοῦ ταῖς προρρήσεσιν, δι' ὧν παρεσήμανε τοῦ κυρίου τὴν παρουσίαν.

23Jo 6, 1-2 Ἡ μετάβασις καὶ ἡ τῶν τόπων ἐναλλαγὴ ἱκανῶς τὴν τοῦ πλήθους ἐδοκί μαζε προαίρεσιν· τῶν γὰρ ῥᾳθυμοτέρων δι' ὄκνον ἐπὶ χώρας μενόντων οἱ σπουδαιότεροι ἠκολούθουν αὐτῷ καὶ εἰς τὴν ἔρημον, ἐκ τῶν γινομένων σημείων τὰς ψυχὰς ὁσημέραι βεβαιούμενοι. 24Jo 6, 5 Τῶν συνόντων αὐτῷ τὸ ἀφιλάργυρον καὶ τὴν ἑκούσιον πτωχείαν ἐπιδει κνύει οὐδ' ὅJoν εἰς τὸ πρίασθαι τὰς ἀναγκαίας ἐχόντων τροφάς.25Jo 6, 5-7 Ἐχρῆν αὐτὸν ἀκούσαντα πόθεν ἀγοράσωμεν ἄρτους, ἵνα φάγωσιν οὗτοι τῇ δυνάμει τοῦ κυρίου ἀναθεῖναι τὸ ὅλον. νῦν δὲ μηδὲν ἐπάξιον τῆς δυνάμεως τοῦ κυρίου λογισάμενος ταπεινὰ καὶ ἀνθρώπινα διενοεῖτο φάσκων·