1

1

Fragmenta in Joannem

Jo , 3 Ἐν τούτῳ δὲ ἀνέτρεπεν αὐτὸς ὁ σωτὴρ δόγμα παράνομον. ὑπονοούντων γάρ τινων ψυχὰς ἁμαρτανούσας ἐξ οὐρανοῦ τιμωρίας ἕνεκεν εἰς σῶμα πέμπεσθαι καί ποτε μὲν καθ' ἑαυτὴν προϋπάρχουσαν τὴν ψυχὴν τοῦ σώματος <μένειν>, ποτὲ δὲ οἰκείων ἁμαρτημάτων χάριν σώμασι συμπλέκεσθαι καὶ τότε κατὰ γαστρὸς ἔχειν τὴν γυναῖκα δύνασθαι ὅτε τις ψυχὴ ἁμαρτάνῃ, ἀναιρῶν τὴν τοιαύτην πλάνην ἐρωτηθεὶς ὁ Χριστὸς ἔλεγεν· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα θεοῦ.