1
Chronographia
ΘΕΟΦΑΝΟΥΣ ΑΜΑΡΤΩΛΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΗΓΟΥΜΕΝΟΥ ΤΟΥ ΑΓΡΟΥ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΧΡΟΝΟΓΡΑΦΙΑ ΕΤΩΝ ΦΚΗʹ ΑΡΧΟΜΕΝΗ ΑΠΟ
ΠΡΩΤΟΥ ΕΤΟΥΣ ∆ΙΟΚΛΗΤΙΑΝΟΥ ΕΩΣ ∆ΕΥΤΕΡΟΥ ΕΤΟΥΣ ΜΙΧΑΗΛ ΚΑΙ ΘΕΟΦΥΛΑΚΤΟΥ ΥΙΟΥ ΑΥΤΟΥ· ΤΟΥΤ' ΕΣΤΙΝ ΑΠΟ ΤΟΥ ΕΨΟΖʹ ΕΤΟΥΣ ΤΟΥ
ΚΟΣΜΟΥ ΕΩΣ ΕΤΟΥΣ ΣΤΕʹ ΚΑΤΑ ΤΟΥΣ ΑΛΕΞΑΝ∆ΡΕΙΣ, ΚΑΤΑ ∆Ε ΡΩΜΑΙΟΥΣ ΣΤΚΑʹ.
Ὁ μὲν μακαριώτατος ἀββᾶς Γεώργιος, ὁ καὶ σύγκελλος γεγονὼς Ταρασίου,
τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως, ἐλλόγιμος ἀνὴρ καὶ πολυμαθέστατος ὑπάρχων πολλούς τε χρονογράφους καὶ ἱστοριογράφους ἀναγνοὺς καὶ ἀκριβῶς τούτους διερευνησάμενος, σύντομον χρονογραφίαν ἀπὸ Ἀδὰμ μέχρι ∆ιοκλητιανοῦ, τοῦ βασιλέως Ῥωμαίων καὶ διώκτου τῶν Χριστιανῶν, ἀκριβῶς συνεγράψατο, τούς τε χρόνους ἐν πολλῇ ἐξετάσει ἀκριβολογησάμενος καὶ τὰς τούτων διαφωνίας συμβιβάσας καὶ ἐπιδιορθωσάμενος καὶ συστήσας ὡς οὐδεὶς ἄλλος τῶν πρὸ αὐτοῦ, τάς τε τῶν ἀρχαίων βασιλέων παντὸς ἔθνους πολιτείας τε καὶ τοὺς χρόνους ἀναγραψάμενος καὶ κατὰ τὸ ἐφικτὸν αὐτῷ τοὺς ἀρχιερεῖς τῶν μεγάλων καὶ οἰκουμενικῶν θρόνων, Ῥώμης τε, φημί, καὶ Κωνσταντινουπόλεως, Ἀλεξανδρείας τε καὶ Ἀντιοχείας καὶ Ἱεροσολύμων, τούς τε ὀρθοδόξως τὴν ἐκκλησίαν ποιμάναντας καὶ τοὺς ἐν αἱρέσει λῃστρικῶς ἄρξαντας καὶ τοὺς τούτων χρόνους ἀκριβῶς ἐνέταξεν. ἐπεὶ δὲ τὸ τέλος τοῦ βίου τοῦτον κατέλαβε καὶ εἰς πέρας ἀγαγεῖν τὸν ἑαυτοῦ σκοπὸν οὐκ ἴσχυσεν, ἀλλά, καθὼς προέφημεν, μέχρι ∆ιοκλητιανοῦ συγγραψάμενος τὸν τῇδε βίον κατέλιπε καὶ πρὸς κύριον ἐξεδήμησεν ἐν ὀρθοδόξῳ πίστει, 4 ἡμῖν, ὡς γνησίοις φίλοις, τήν τε βίβλον ἣν συνέταξε καταλέλοιπε καὶ ἀφορμὰς παρέσχε τὰ ἐλλείποντα ἀναπληρῶσαι. ἡμεῖς δὲ τὴν ἑαυτῶν ἀμαθίαν οὐκ ἀγνοοῦντες καὶ τὸ στενὸν τοῦ λόγου παρῃτούμεθα τοῦτο ποιῆσαι, ὡς ὑπὲρ ἡμᾶς τὴν ἐγχείρησιν οὖσαν. αὐτὸς δὲ πολλὰ παρακαλέσας ἡμᾶς μὴ ὀκνῆσαι καὶ ἀτέλεστον καταλιπεῖν τὸ ἔργον ἐβιάσατο ἐπὶ τοῦτο ἐλθεῖν. διὸ καὶ ἀναγκασθέντες διὰ τὴν τούτου ὑπακοήν, εἰς τὰ ὑπὲρ ἡμᾶς ἐγχειρήσαντες κόπον οὐ τὸν τυχόντα κατεβαλόμεθα. πολλὰς γὰρ βίβλους καὶ ἡμεῖς ἐκζητήσαντες κατὰ τὸ δυνατὸν ἡμῖν καὶ ἐρευνήσαντες τόδε τὸ χρονογραφεῖον ἀπὸ ∆ιοκλητιανοῦ μέχρι τῆς βασιλείας Μιχαὴλ καὶ Θεοφυλάκτου, τοῦ υἱοῦ αὐτοῦ, τάς τε βασιλείας καὶ τοὺς πατριάρχας καὶ τὰς τούτων πράξεις σὺν τοῖς χρόνοις κατὰ τὸ δυνατὸν ἡμῖν ἀκριβῶς συνεγραψάμεθα, οὐδὲν ἀφ' ἑαυτῶν συντάξαντες, ἀλλ' ἐκ τῶν ἀρχαίων ἱστοριογράφων τε καὶ λογογράφων ἀναλεξάμενοι ἐν τοῖς ἰδίοις τόποις τετάχαμεν ἑκάστου χρόνου τὰς πράξεις, ἀσυγχύτως κατατάττοντες· ἵνα εἰδέναι ἔχωσιν οἱ ἀναγινώσκοντες ἐν ποίῳ χρόνῳ ἑκάστου βασιλέως ποία πρᾶξις γέγονεν, εἴτε πολεμική, εἴτε ἐκκλησιαστική, εἴτε πολιτική, εἴτε δημώδης, εἴτε τις ἑτέρα. οὐ γὰρ μικρὰν ὠφέλειαν, ὡς οἶμαι, καρποῦται τῶν ἀρχαίων τὰς πράξεις ἀναγινώσκων. εἴ τις δέ τι ἐν τούτῳ τῷ ὁ πονήματι ἡμῶν ὀνησιφόρον εὕροι, τὴν πρέπουσαν τῷ θεῷ εὐχαριστίαν ἀποδώσῃ καὶ ἡμῖν τοῖς ἀμαθέσι καὶ ἁμαρτωλοῖς διὰ τὸν κύριον ὑπερεύξηται· καὶ εἴ τι ἐλλεῖπον εὕροι, τῇ ἀμαθίᾳ ἡμῶν τοῦτο λογίσηται καὶ τῇ ἀργίᾳ τοῦ χαμερποῦς νοὸς ἡμῶν· καὶ συγγνώσεται ἡμῖν διὰ τὸν κύριον. φίλον γὰρ θεῷ τὸ κατὰ δύναμιν. 5 Κοινῶς κατὰ ταὐτὸν ἐβασίλευον ∆ιοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἐρκούλιος· Τούτων τέκνα· Μαξιμιανοῦ Μαξέντιος ὁ τυραννήσας Ῥώμην. Θεοδώραν ἔγημε Κωνστῖνος (σιξ), ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ, τοῦ τεκόντος αὐτὸν ἐξ