1

 2

 3

 4

 5

 6

 7

1

De vitae termino

Θεοφυλάκτου ἀπὸ ἐπάρχων τοῦ Σιμοκάτου ζήτημα προσωποποιΐα, ὅτι ὅροι ζωῆς τοῖς ἀνθρώποις ἀποκεκλήρωνται, Θεογνώστου κατὰ

Θεοφράστου

῎Εδει μὲν τὸν Θεόφραστον ἱεροπρεπῆ περιβεβλημένον εὐλάβειαν δικαιοσύνης τε στολὴν ἀμπεχόμενον καὶ τὴν τῆς σεμνοπρεποῦς κατηφείας αἰδῶ περικείμενον ἔνδον τὴν γλῶτταν τῶν ὅρων διαφρουρεῖν καὶ ταῖς ἀγκύραις τῶν δογμάτων ἐλλιμενίζεσθαι καὶ εἴσω που διαθέειν τῆς νύσσης καὶ μὴ βάλλειν πόρρω που τοῦ σκοποῦ μήτε παρηχεῖν ἀναρμόνια μήτε καθυλακτεῖν ἀμουσότατα μήτε τοῦ κέντρου χωρὶς περιγράφειν τὸν κύκλον ἢ στάθμης <καὶ> κανόνος ἐκτὸς τεκταίνεσθαι τὰ παράλογα, ἵνα μὴ τὸ ἄηθες τῆς ἐκκλησίας νομοθετῶν καὶ μέγα τι καὶ παμμέγεθες πλημμελῶν τῷ ἐκχύτῳ τῆς ἐγχειρήσεως τῆς μεγίστης τῶν ἱερῶν συντάξεων "ἀποσυνάγωγος γένηται". ᾿Επεὶ δὲ τὰς λεωφόρους καὶ βασιλικὰς ἀποδοκιμάζειν τρίβους ἐφίεται καὶ πρὸς τὰς ἀδοκιμωτέρας τῶν ἀτραπῶν κατασύρεται, ἔνθα κομᾷ μὲν ἡ ἄκανθα καὶ ἡ βάτος παρρησιάζεται καὶ πέφυκε λόχμη καὶ αἱμασιὰ ὑπεστόρηται καὶ λεῖον οὐδὲν ἢ εὐθὲς πολιτεύεται, τούτου τῇ βακτηρίᾳ τοῦ λόγου καθάψομαι καὶ τῶν ἱερῶν περιβόλων ὡς κακὸν κολλυβιστὴν ἀποπέμψομαι εὐαγγελικὴν πορισάμενος μάστιγα, ὅπως μὴ κακῶς τὸν λόγον ἐμπορευόμενος τὸ ἱερὸν τῆς ἐκκλησίας βεβηλώσῃ τέμενος. ᾿Αλλὰ μή μου τοῦγ' ἕνεκα, ἄνδρες δικασταὶ καὶ θεσμοφύλακες, καταδιαιτήσητε μῶμον τῷ κέντρῳ τῶν ῥημάτων τὰ μεγέθη τοῦ θράσους διαμετρήσαντος· οὐ περὶ μικροῦ γὰρ ἡμῖν ὁ ἀγών. ἀμέσως διαιτητοῦ τέμενος προσελθεῖν εἱλόμεθα τήμερον, ἐπεὶ οὔτε φιλόδικος ἢ φιλαθήναιος ὁ τρόπος ἡμῖν, μᾶλλον δὲ φιλευαγγελικὸς καὶ ἀποίκιλος καὶ δικαστηρίων οὐκ ἀνεχόμενος, ὅς γε καὶ τοῖς ἀδικοῦσιν ἐν ὕβρει παρεγγυᾷ μὴ ἀντιτείνειν, ἀλλὰ καὶ ῥαπίζουσι πεφυκέναι πειθήνιον· εἰ μή που γὰρ τὴν φαραωνίτιδα τοῦ ἀντιτείνειν ὄντως ἀπείθειαν ἀνειλόμεθα πρὸς τὸ συνοῖσον δυσάρεστον ἔχουσαν τὴν παράκλησιν, οὐκ ἂν ἐπὶ τουτονὶ τὸν ἀγῶνα κατεχωρήσαμεν καὶ τῇ κόνει τῆς παλαίστρας προσωμιλήσαμεν. δέος γὰρ οὐ τὸ τυχόν, μή πως ὀβελισθείη που τὰ καθήκοντα, καὶ νεωτέρων ἡμῖν κηρυγμάτων ὄψεις ἐπιφανείησαν, μορμολυκείων ὥσπερ ἐγχειρημάτων τινῶν θέαν ἐπιφερόμενα. Τίς γὰρ ὅρους μὴ καθεστάναι ζωῆς αὐτὸν ἐξεπαίδευσε; ποῦ τῶν ἱερῶν γραμμάτων ἀκήκοε πώποτε τὴν πλανήτιδα τῆς ζωῆς ἀοριστίαν τοὺς ἀνθρώπους κληρώσασθαι; εἰ γὰρ οὐράνιον κύτος προφητικῶς θείᾳ παλάμῃ καταμεμέτρηται καὶ ἀριθμὸς "ἀγγέλων θεοῦ" τῇ δημιουργῷ σοφίᾳ διέγνωσται, ἵνα σοι καὶ τὸ Μωσέως παρυφάνωμεν λόγιον, "ὅριά" τε "ἐθνῶν" καὶ μερίδες λαῶν τοῖς ἀγγέλοις κεκληροδότηνται καὶ "τρίχες κεφαλῆς" τῷ θεῷ κατηρίθμηνται, πῶς οὐχὶ καὶ ὅροι ζωῆς τοῖς ἀνθρώποις πεπήγασι, δημιουργικῇ τινι φροντίδι προελθόντες εἰς ὕπαρξιν; ἢ οὐχὶ "πάντα μέτρῳ καὶ σταθμῷ" ὁ κτίσας ἡμᾶς κατὰ τὴν γραφὴν ἐταλάντευσεν; ἄπαγε τῆς ἀτοπίας, ὦ τᾶν. ἥλιος, φησίν, "ἔστη ἐν τῇ τάξει" αὐτοῦ καὶ ἡ σελήνη τὴν ἑαυτῆς δύσιν ἐπέγνωκεν, καὶ "ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος" αὐτῶν "καὶ τὸ κατάντημα ἕως" ἄκρων οὐρανοῦ, καὶ "εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυτοὺς" ἐκ τοῦ παραγαγόντος ὡρίσθησαν· οὕτως ἀριστοτεχνίας τάξει τινὶ τὸ πᾶν διεκόσμησεν ἡ μεγαλουργὸς μεγαλειότης τοῦ πάντα παραγαγόντος θεοῦ· ὁ τοῖς ἄστροις "ὀνόματα καλῶν" καὶ "πάντα πρὶν γενέσεως" διαγνοὺς καὶ καιροὺς καὶ