1

1

Sermo 15 (De vita monastica)

Λόγος εἰς τὸ πῶς δεῖ εἶναι τὸν μοναχόν.

Ἠκούσατε, ἀδελφοί μου ἠγαπήμενοι ὑπὸ κυρίου, τοῦ κυρίου λέγοντος· ὅστις ἀφῆκε πατέρα καὶ μητέρα, ἀδελφοὺς ἢ ἀδελφὰς ἢ γυναῖκα ἢ τέκνα, ἔνεκεν τοῦ ὀνόματός μου, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὗτος λήψεται εὐλογίαν ἑκατονταπλασίονα, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καὶ πάλιν· ὅστις οὐκ ἀφῆκε πατέρα καὶ μητέρα, ἀδελφοὺς καὶ ἀδελφάς, καὶ μὴ ἐπάρας τὸν σταυρὸν καὶ ἀκολουθήσας μου, οὐκ ἐστὶ μοῦ ἄξιος. Καὶ πάλιν· ὅστις οὐ μισεῖ πατέρα καὶ μητέρα, ἀδελφούς, γυναῖκα, τέκνα, καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναται μοῦ εἶναι μαθητής. Καὶ πάλιν· ὁ ἀγαπῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ εὑρήσει αὐτήν. Καὶ πάλιν· ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ πάλιν κρατήσας παιδίον εἶπεν· ἐὰν μὴ γίνεσθε ὡς τὸ παιδίον τοῦτο, οὐ δύνασθε σωθῆναι· ὅστις γένηται ὡς τὸ παιδίον τοῦτο, οὗτος μείζων ὑμῶν ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὅστις θέλει εἶναι ὑμῶν πρῶτος, γενέσθω ὑμῶν διάκονος καὶ δοῦλος πάντων· πολλοὶ δὲ πρῶτοι ἔσονται ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. Καὶ πάλιν εἶπε· πολλοί εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί, καὶ ὀλίγοι εἰσὶν οἱ σωζόμενοι· πολλοὶ ἐπιχειροῦσιν, καὶ ὀλίγοι ἐκτελοῦσιν· Καὶ πάλιν λέγει· ἀπὸ τοῦ προδρόμου καὶ βαπτιστοῦ ἕως τῆς σήμερον, ἡ βασιλεία τῶν οὐρανῶν ἁρπάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.

Καὶ πάλιν ἔλεγε τὰ ἑαυτοῦ βασα μυστήρια· δεῖ με ἐμπτυσθῆναι καὶ κολαφισθῆναι, καὶ ῥαπισθῆναι, καὶ ἐμπαιχθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος καὶ πρῶτος τῶν ἀποστόλων· κύριε, ἵλεώς σοι. Καὶ λέγει ὁ κύριος τῷ Πέτρῳ· ὕπαγε ὀπίσω μου Σατανᾶ, οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Ὅστις θέλει εὐσεβῶς ζῆν ἐν Χριστῷ διωχθήσεται. Ὡς εἶδε δὲ Πέτρος τὸ πέρας τῆς ἐντολῆς, λέγει· κύριε, οὐκ ὀφείλει ἄνθρωπος λαμβάνειν γυναῖκα. Καὶ λέγει αὐτῷ ὁ κύριος· οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον· ἀλλ' εἰσὶν εὐνοῦχοι ἐκ κοιλίας μητρὸς αὐτῶν, καὶ ἄλλοι εἰσὶν ὑπὸ τῶν ἀνθρώπων εὐνουχισθέντες, καὶ ἄλλοι εἰσὶν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· ὁ δυνάμενος χωρεῖν χωρείτω. ∆ιό, ἀδελφοί μου ἠγαπημένοι καὶ τέκνα τῶν ἀποστόλων, ἐδυνήθημεν χωρῆσαι κατὰ τῆς εὐκταίας αὐτοῦ φωνῆς· ἀρτίως κρατήσωμεν τὴν ἐπουράνιον ἐλπίδα, καὶ φροντίσωμεν τῆς αἰωνίου ζωῆς. Ἰδοὺ καθὼς ἐνετείλατο ἡμῖν ὁ κύριος, ἐπείχθημεν, καταλείποντες πατέρα καὶ μητέρα, ἀδελφούς, ἀδελφάς, γυναῖκα, υἱούς, ἀγρούς, ἀμπελῶνας, οἰκίας, καὶ ἀκολουθήσαμεν τῷ σωτῆρι Χριστῷ· πάντα ἐγκαταλείψαμεν τὰ τοῦ κόσμου, καὶ ἄραντες τὸν σταυρὸν ἠκολουθήσαμεν τῷ σωτῆρι Χριστῷ, καθὼς οἱ ἀπόστολοι· καὶ θέλωμεν εὐαρεστῆσαι καὶ δουλεῦσαι τῷ σωτῆρι Χριστῷ. Ἀδελφέ, ἐὰν ἀπόντος σου συμβῆσαι λοιδορηθῆναι ὑπό τινος, καὶ ἐλθὼν ἕτερος ἐπαγγείλῃ σοι ὅτι ὁ δεῖνα ἀδελφὸς ἐλοιδόρησέ σε, σὺ ὡς φρόνιμος ἐπίγνωθι τίνος ἡ ἐπιβουλή. Καὶ μὴ πικράνθῃς κατὰ τοῦ ἀδελφοῦ σου. Εἰπὲ δὲ καὶ τῷ ἐλθόντι καὶ μηνύσαντί σοι οὕτως· εἰ καὶ ὑβρῖσαί με ἀδελφός μου τυγχάνει, ὅμως οὐκ ἀφ' ἑαυτοῦ τοῦτο ἐποίησε· τοῦτο ὁ πονηρὸς παρεσκεύασεν, ἵνα μάχην βάλῃ ἀναμεταξὺ ἡμῶν· ὁ δὲ κύριος τὸν πονηρὸν καταργήσει, τὸν δὲ ἀδελφόν μου ἐλεήσει, καὶ ἡμᾶς μὴ ἐγκαταλείπῃ.