Homilia in illud: Ego vado ad patrem meum

Homilia in illud: Ego vado ad patrem meum

Κυρίλλου ἐπισκόπου Ἱεροσολύμων εἰς τὸ "Ἐγὼ πορεύομαι πρὸς τὸν πατέρα μου· καὶ ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ". Ἐπ' ἀμφοτέρων τῶν περὶ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος λεγομένων τίθησιν τὸ ἐγώ, ὡς τὴν μὲν διάνοιαν τῶν ῥημάτων ἐκ τῆς ἀκολουθίας φαίνεσθαι, τὴν δὲ διάγνωσιν τῶν φύσεων ἐκ τῆς διαφορᾶς τῶν λεγομένων. ἐκ δὲ τοῦ διαλέγεσθαι ἐν ἀμφοτέραις ὡσὰν περὶ ἑνός τινος τὴν τοῦ προσώπου συνάφειαν σημαίνει.