Suppositarum Cyrilli et Julii pontificis epistularum compend Ἔγραψέ ποτε Κύριλλος, ὁ γράψας τὴν ἐπιστολὴν Κωνσταντίνῳ, ἀλλ' ὁ μετ' ἐκεῖνον διαδεξάμενο

Suppositarum Cyrilli et Julii pontificis epistularum compend Ἔγραψέ ποτε Κύριλλος, ὁ γράψας τὴν ἐπιστολὴν Κωνσταντίνῳ, ἀλλ' ὁ μετ' ἐκεῖνον διαδεξάμενος τὸν θρόνον αὐτοῦ, πρὸς Ἰούλιον τῆς Ῥώμης ἐπίσκοπον, ἔγραψε λέγων, ὅτι Μέγας τόπος καὶ στέρησις γίνεται εἰς τὰς μεγάλας καὶ λαμπρὰς ἑορτὰς, ὅτι τελοῦνται ἐν μιᾷ ἡμέρᾳ, καὶ τὰ ἀναγνώσματα, καὶ ἡ ἀκολουθία ἀπομένουσιν ἡμιτελῆ τῶν δύο ἑορτῶν, διὰ τὸ μὴ δύνασθαι τὴν γέννησιν καὶ τὸ βάπτισμα ἐκτελέσαι τοῦ Κυρίου. Ὡς δὴ οὐ δυνάμεθα ἐν μιᾷ ἡμέρᾳ ἀπαντῆσαι εἰς τόπον τοῦ βαπτίσματος (ἐπεὶ ἡ Βηθλεὲμ τρία μίλια ἀπέχει ἀπὸ Ἱερουσαλὴμ κατὰ νότον, καὶ ὁ Ἰορδάνης ιεʹ μίλια ἀπέχει κατὰ ἀνατολὰς), προσταξάτω οὖν ἡ ἁγιωσύνη σου ἐρευνῆσαι πάντα τὰ συγγράμματα τῶν Ἰουδαίων, ἅτινα σκυλεύσας ὁ Καῖσαρ Τίτος ἀπήγαγεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ῥώμην. Ἴσως εὕροις βεβαίως τὴν ἡμέραν τῆς γεννήσεως τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν. Τότε Ἰούλιος ὁ Ῥώμης ἐπιμελῶς ἐζήτει περὶ τῆς αἰτήσεως ταύτης· καὶ συναγαγὼν πάντα τὰ γράμματα τῶν Ἰουδαίων, τὰ αἰχμαλωτισθέντα καὶ ἀχθέντα εἰς Ῥώμην, εὗρε σύγγραμμά τι Ἰωσήππου τοῦ χρονογράφου, συγγραφὲν παρ' αὐτοῦ· ὅτι ἐν μηνὶ τῷ ζʹ ἐν τῇ ἑορτῇ τῆς Σκηνοπηγείας, εἰς τὴν ἡμέραν τοῦ ἱλασμοῦ, ὤφθη ὁ ἄγγελος τοῦ Θεοῦ, καὶ κωφωθεὶς ὁ ἱερεὺς διέμεινεν ἄλαλος, ἕως οὗ ἔτεκεν ἡ γυνὴ αὐτοῦ Ἐλισάβετ ἐν γήρῃ [λ. γήρει]. Ἔγραψε δὲ ὁ πατριάρχης Ἱεροσολύμων ὁ Ἰουβενάλιος τῷ πατριάρχῃ Ῥώμης Ἰουλίῳ περὶ τούτου, ὅτι Οὐ δύναμαι ἐν μιᾷ ἡμέρᾳ ἀπαντῆσαι εἰς Βηθλεὲμ, καὶ εἰς τὸν Ἰορδάνην. Καὶ γὰρ Ἰορ 33.1209 δάνης ἀπέχει τῆς πόλεως Ἱερουσαλὴμ κατὰ ἀνατολὰς μίλια κεʹ· ἡ δὲ ἁγία Βηθλεὲμ, κατὰ νότον τῆς πόλεως, μίλια ἕξ· καὶ οὐ δύναμαι ἐν μιᾷ ἡμέρᾳ τὰς δύο ἑορτὰς ἀποτελεῖν. Παρακαλῶ οὖν τὴν σὴν ὁσιότητα, Πάτερ, ἵνα ἐρευνήσῃς τὰ ὑπομνήματα, ἢ καὶ δώσῃς ἡμῖν ἐν ἀκριβεῖ ἐρεύνῃ διὰ γραφῆς σου, τίμιε, τὴν περὶ τούτων εἴδησιν, ἐν ποίᾳ ἡμέρᾳ ἐτέχθη Χριστὸς ὁ Κύριος, καὶ ἐν ποίᾳ ἡμέρᾳ ἐβαπτίσθη. Ὡς γὰρ ἀκριβῶς ἔγνωμεν, ὅτι τὰ ἐξ ἀρχῆς ὑπομνήματα ἐξ Ἱεροσολύμων εἰς σιανοῦ. Ταύτην τὴν γραφὴν δεξάμενος Ἰούλιος ὁ πατριάρχης Ῥώμης, ἐρευνήσας τὰ ὑπομνήματα, εὗρεν, ὅτι τῇ εἰκοστῇ πέμπτῃ τοῦ ∆εκεμβρίου ἐγεννήθη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ μετὰ τριάκοντα χρόνους τῆς αὐτοῦ γεννήσεως ἐβαπτίσθη ὑπὸ Ἰωάννου, ἐν τῷ Ἰορδάνῃ ποταμῷ, τῇ ʹ Ἰανουαρίου μηνός. Κατὰ τὴν ἔρευναν οὖν ταύτην χωρίσαντες οἱ Πατέρες τὴν ἑορτὴν, γογγυσμὸς ἦν ἐν τοῖς πολλοῖς, ετξ.