1

 2

1

Apophthegmata

Περὶ τοῦ ἁγίου Ἐπιφανίου ἐπισκόπου Κύπρου. αʹ. ∆ιηγήσατο ὁ ἅγιος Ἐπιφάνιος ὁ ἐπίσκοπος, ὅτι ἐπὶ τοῦ μακαρίου Ἀθανασίου τοῦ μεγάλου, κορῶναι περιϊπτάμεναι τὸ τοῦ Σεράπιδος ἱερὸν, ἔκραζον ἀπαύ 65.164 στως, Κρᾶς, Κρᾶς. Καὶ προστάντες ἐπὶ τὸν μακάριον Ἀθανάσιον οἱ Ἕλληνες, ἔκραξαν· Κακόγηρε, εἰπὲ ἡμῖν τί κράζουσιν αἱ κορῶναι. Καὶ ἀποκριθεὶς εἶπεν· Αἱ κορῶναι κράζουσι, Κρᾶς, Κρᾶς· τὸ δὲ Κρᾶς τῇ Αὐσωνίων φωνῇ αὔριόν ἐστι καὶ προσετίθει, ὅτι Αὔριον ὄψεσθε τὴν δόξαν τοῦ Θεοῦ. Καὶ ἑξῆς ἠγγέλθη ὁ θάνατος τοῦ Ἰουλιανοῦ βασιλέως. Καὶ τούτου γενομένου, συνδραμόντες κατέκραζον τοῦ Σεράπιδος, λέγοντες· Ἐὰν οὐκ ἤθελες αὐτὸν, τί ἐλάμβανες τὰ αὐτοῦ;

βʹ. Ὁ αὐτὸς διηγήσατο, ὅτι ἦν τις ἡνίοχος κατὰ τὴν Ἀλεξανδρέων, ὃς ἦν μητρὸς Μαρίας υἱός. Οὗτος ἱππικοῦ ἐπιτελουμένου κατέπεσεν· εἶτα ἀναστὰς παρῆλθε τὸν καταβεβληκότα, καὶ ἐνίκησε. Καὶ τὸ πλῆθος ἀνεβόησεν· Ὁ Υἱὸς Μαρίας πέπτωκε καὶ ἐγήγερται καὶ ἐνίκησε. Ταύτης ἔτι τῆς φωνῆς λεγομένης, ἐνέπεσεν ἡ περὶ τοῦ ἱεροῦ τοῦ Σεράπιδος φήμη τῷ πλήθει, ὅτι ὁ μέγας Θεόφιλος ἀνελθὼν, τὸ τοῦ Σεράπιδος κατέστρεψεν εἴδωλον, καὶ τοῦ ναοῦ γέγονεν ἐγκρατής.

γʹ. Ἐδηλώθη τῷ μακαρίῳ Ἐπιφανίῳ τῷ ἐπισκόπῳ Κύπρου παρὰ τοῦ ἀββᾶ τῆς

μονῆς ἧς εἶχεν ἐν Παλαιστίνῃ, ὅτι Εὐχαῖς σου οὐκ ἠμελήσαμεν τοῦ κανόνος ἡμῶν, ἀλλὰ μετὰ σπουδῆς καὶ τὴν τρίτην καὶ τὴν ἕκτην καὶ τὴν ἐννάτην ἐπιτελοῦμεν. Ὁ δὲ καταγνοὺς αὐτῶν, ἐδήλωσεν αὐτοῖς λέγων, ὅτι Φανεροί ἐστε ἀμελοῦντες τὰς ἄλλας ὥρας τῆς ἡμέρας ἀργοῦντες ἀπὸ τῆς εὐχῆς. ∆εῖ γὰρ τὸν ἀληθινὸν μοναχὸν ἀδιαλείπτως ἔχειν τὴν εὐχὴν καὶ τὴν ψαλμῳδίαν ἐν τῇ καρδίᾳ αὐτοῦ.

δʹ. Ἔπεμψέ ποτε ὁ ἅγιος Ἐπιφάνιος πρὸς τὸν ἀββᾶν Ἱλαρίωνα, παρακαλῶν

αὐτὸν, καὶ λέγων· ∆εῦρο, ἴδωμεν ἑαυτοὺς πρὸ τοῦ ἐξελθεῖν ἡμᾶς ἀπὸ τοῦ σώματος· καὶ παραγενομένου αὐτοῦ, ἐχάρησαν μετ' ἀλλήλων. Ἐσθιόντων δὲ αὐτῶν, ἠνέχθη πετεινόν. Καὶ λαβὼν ὁ ἐπίσκοπος ἔδωκε τῷ ἀββᾷ Ἱλαρίωνι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Συγχώρησόν μοι, ὅτι ἐξ οὗ ἔλαβον τὸ σχῆμα, οὐκ ἔφαγον θῦμα. Καὶ λέγει αὐτῷ ὁ ἐπίσκοπος· Ἐγὼ δὲ ἐξ οὗ ἔλαβον τὸ σχῆμα, οὐκ ἀφῆκά τινα κοιμηθῆναι ἔχοντα κατ' ἐμοῦ, οὐδὲ ἐγὼ ἐκοιμήθην ἔχων κατὰ τινός. Καὶ λέγει αὐτῷ ὁ γέρων· Συγχώρησόν μοι, ὅτι ἡ σὴ πολιτεία μείζων ἐστὶ τῆς ἐμῆς.

εʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι ἡ εἰκὼν τοῦ Χριστοῦ Μελχισεδὲκ, τὴν ῥίζαν τῶν

Ἰουδαίων εὐλόγησε τὸν Ἀβραάμ· πολλῷ πλέον αὐτὴ ἡ ἀλήθεια ὁ Χριστὸς, εὐλογεῖ καὶ ἁγιάζει πάντας τοὺς πιστεύοντας εἰς αὐτόν.

ς ʹ. Ὁ αὐτὸς ἔλεγεν· Ἡ Χαναναία βοᾷ καὶ ἀκούεται· καὶ ἡ αἱμόῤῥους σιωπᾷ

καὶ μακαρίζεται· ὁ δὲ Φαρισαῖος κράζει καὶ κατακρίνεται· ὁ τελώνης οὐδὲ ἀνοίγει τὸ στόμα καὶ ἀκούεται.

ζʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι ∆αβὶδ ὁ προφήτης, ἐν ἀωρίᾳ ηὔχετο, μεσονύκτιον

ἐξηγείρετο, πρὸ τοῦ ὄρθρου παρεκάλει, ὄρθρου παρίστατο, πρωΐας ἐδέετο, ἑσπέρας καὶ μεσημβρίας ἱκέτευε, καὶ διὰ τοῦτο ἔλεγεν· Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε. ηʹ. Εἶπε πάλιν, ὅτι ἀναγκαία τῶν Χριστιανῶν βιβλίων ἡ κτῆσις τοῖς ἔχουσι. Καὶ αὐτὴ γὰρ