1

1

De mensuribus et ponderibus (ap. Chronicon paschale) (excerptum Graecum 7)

Ἀκύλας ἐγνωρίζετο, ὃς ἦν πενθερὸς Ἀδριανοῦ τοῦ βασιλέως. Ἦν δὲ Ἕλλην, ὡς Ἀδριανὸς, ἀπὸ Σινώπης τοῦ Πόντου ὁρμώμενος, ὕστερον δὲ ἐβαπτίσθη, πεισθεὶς ὑπὸ τῶν ἀποστόλων. Ἦν δὲ καὶ ἀστρονόμος, καὶ ἐγκαλούμενος περὶ τούτου ἀπὸ τῶν τῆς Ἐκκλησίας, καὶ μὴ πεισθεὶς, μετέπειτα τὰ Χριστιανῶν ἀθετήσας, προσηλυτεύει τε Ἰουδαίοις καὶ περιτέμνεται Ἰουδαῖος, καὶ ἐμπόνως μαθὼν τὴν αὐτῶν διάλεκτον καὶ τὰ στοιχεῖα ἑρμηνείαν ἑαυτῷ ἑρμήνευσεν οὐκ ὀρθῷ λογισμῷ, ἀλλ' ὅπως διαστρέψῃ τινὰ τῶν ῥητῶν.

Ἐπὶ τῶν προκειμένων ὑπάτων Θεοδοτίων τις τοῦ Πόντου ἀπὸ τῆς διαδοχῆς Μαρκίωνος τοῦ αἱρεσιάρχου τοῦ ἀπ' αὐτῆς Σινώπης ὁρμωμένου, καὶ αὐτὸς μηνίων τῇ αὐτοῦ αἱρέσει καὶ εἰς Ἰουδαϊσμὸν ἐκκλίνας καὶ τὰ αὐτῶν στοιχεῖα καὶ γλῶσσαν μαθὼν, ἰδίως καὶ αὐτὸς ἐξέδωκεν τὰ πλεῖστα τοῖς οβʹ ἑρμηνευταῖς συνᾴδοντα 92.652 Ἐν τοῖς χρόνοις τούτοις Σύμμαχός τις Σαμαρείτης, τῶν παρ' αὐτοῖς σοφῶν, μὴ τιμηθεὶς ὑπὸ τοῦ ἰδίου ἔθνους, νοσήσας φιλαρχίαν καὶ ἀγανακτήσας κατὰ τῆς ἰδίας φυλῆς, προσέρχεται Ἰουδαίοις καὶ προσηλυτεύει καὶ περιτέμνεται δευτέραν περιτομήν. Οὗτος τοίνυν πρὸς διαστροφὴν τῶν παρὰ Σαμαρείταις ἑρμηνειῶν ἑρμηνεύσας τὴν τρίτην ἐξέδωκεν ἑρμηνείαν.