Fragmentum in epistulam i ad Corinthios 1 Kor 4,4-5 Παραινεῖ μὴ σπουδαῖον ἡγεῖσθαι τὸ ἑαυτοὺς ἐκδικεῖν μηδὲ τὸ κρίνειν τοὺς ἡμαρτηκέναι δοκοῦντας μηδὲ ταράσσεσθαι τοῖς ἐπὶ τοῦ παρόντος τὰς τῶν θνητῶν ὄψεις διαλανθανόντων, ἐπείπερ αὐτὸς ὁ κύριος ἐπιστὰς τῶν μὲν ἀσεβῶν φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, τῶν δὲ κοσμίων καὶ θεοσεβῶν δι' ἐπιείκειαν καὶ ἰδιοπραγμοσύνην καὶ λανθανόντων τοὺς πολλοὺς φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, οἷς καὶ τὸν ἔπαινον γενήσεσθαί φησιν ἀπὸ τοῦ θεοῦ.