1

 2

 3

1

Oratio in illud: Dominus creavit me initium viarum suarum (fragmenta)

Ο ΛΟΓΟΣ Ο ΕΙΣ ΤΟ· ΚΥΡΙΟΣ ΕΚΤΙΣΕ ΜΕ ΑΡΧΗΝ Ο∆ΩΝ ΑΥΤΟΥ

18 Εἰ μὲν οὖν ἀρχὴν τῆς γεννήσεως εἴληφεν ὁ Λόγος, ἀφ' οὗ διὰ τῆς μητρῴας διοδεύσας γαστρὸς τὰς σωματικὰς ἐφόρεσεν ἁρμονίας, συνέστηκεν ὅτι γέγονεν ἐκ γυναικός. Εἰ δὲ Λόγος καὶ Θεὸς ἦν ἀνέκαθεν παρὰ τῷ Πατρὶ καὶ τὰ σύμπαντα δι' αὐτοῦ γεγενῆσθαί φαμεν, οὐκ ἄρα γέγονεν ἐκ γυναικὸς ὁ ὢν, καὶ τοῖς γεννητοῖς ἅπασιν αἴτιος ὤν· ἀλλ' ἔστι τὴν φύσιν Θεὸς αὐτάρκης, ἄπειρος, ἀπερινόητος· ἐκ γυναικὸς δὲ γέγονεν ἄνθρωπος, ὁ ἐν τῇ παρθενικῇ μήτρᾳ Πνεύματι παγεὶς ἁγίῳ. 19 Ναὸς γὰρ κυρίως ὁ καθαρὸς καὶ ἄχραντος, ἡ κατὰ τὸν ἄνθρωπόν ἐστι περὶ τὸν Λόγον σκηνὴ, ἔνθα προφανῶς σκηνώσας ᾤκησεν ὁ Θεός. Καὶ ταῦτα οὐκ ἐκ τῶν εἰκότων φαμέν· τούτου γὰρ ὁ φύσει τοῦ Θεοῦ Υἱὸς, τὴν λύσι καὶ ἀνάστασιν προαγορεύων τοῦ νεὼ, ἀναμφιβόλως ἡμᾶς διδάσκων ἐφοδιάζει, τοῖς μιαιφόνοις φάσκων Ἰουδαίοις· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. 20 Ὁπηνίκα οὖν τὸν ἄνθρωπον ναουργήσας ἐφόρεσεν ὁ Λόγος, σώματι μὲν τοῖς ἀνθρώποις ἐπιφοιτῶν, παντοδαπὰς ἀοράτως θαυματουργίας ἐπεδείκνυτο, τοὺς δὲ ἀποστόλους κήρυκας τῆς ἀϊδίου βασιλείας ἐξέπεμπε.

21 Οὐ γὰρ εἶπεν ὁ Παῦλος συμμόρφους τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἀλλὰ συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, ἄλλο μέν τι δεικνύων τὸν Υἱὸν εἶναι, ἄλλο δὲ τὴν εἰκόνα αὐτοῦ. Ὁ μὲν γὰρ Υἱὸς, τὰ θεῖα τῆς πατρῴας ἀρετῆς γνωρίσματα φέρων, εἰκών ἐστι τοῦ Παρτός· ἐπειδὴ καὶ ὅμοιοι ἐξ ὁμοίων γεννώμενοι, εἰκόνες οἱ τικτόμενοι φαίνονται τῶν γεννητόρων ἀληθεῖς. Ὁ δὲ ἄνθρωπος ὃν ἐφόρεσεν, εἰκών ἐστι τοῦ Υἱοῦ, τοῦ καὶ ἐξ ἀνομοίων κηρογραφεῖσθαι χρωμάτων εἰκόνας· καὶ τὰς μὲν εἶναι θέσει χειροτεύκτους, τὰς δὲ φύσει καὶ ὁμοιότητι γεγενημένας. Ἄλλως τε καὶ αὐτὸς ὁ τῆς ἀληθείας τοῦθ' ὑπαγορεύει θεσμός. Οὐ γὰρ τὸ ἀσώματον τῆς Σοφίας Πνεῦμα σύμμορφον τοῖς σωματικοῖς ἀνθρώποις ἐστίν, ἀλλ' ὁ τῷ Πνεύματι σωματοποιηθεὶς ἄνθρωπος χαρακτὴρ, ὁ τοῖς· ἄλλοις ἅπασι ἰσάριθμα μέλη φορῶν, καὶ τὴν ὁμοίαν ἑκάστοις περιβεβλημένος ἰδέαν.

22 Ὅτι δὲ τὸ σῶμα λέγει σύμμορφον τοῖς ἀνθρωπίνοις εἶναι, σαφέστερον ἡμᾶς διδάσκει Φιλιππησίοις ἐπιστέλλων· Ἡμῶν τὸ πολίτευμα, φησίν, ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Εἰ δὲ τὸ ταπεινὸν μετασχηματίζων τῶν ἀνθρώπων σῶμα, σύμμορφον τῷ ἰδίῳ σώματι κατασκευάζει, ἕωλος πανταχόθεν ἀποδέδεικται ἡ τῶν ἐναντίων συκοφαντία.

23 Ἀλλ' ὥσπερ ἐκ τῆς παρθένου τεχθεὶς ὁ ἄνθρωπος ἐκ γυναικὸς λέγεται γεγονέναι, οὕτω δὴ καὶ ὑπὸ νόμον γεγενῆσθαι γράφεται τῷ διὰ τῶν νομικῶν ἔσθ' ὅτε βαδίσαι μηνυμάτων. Ὁπότε μάλιστα παῖδα μὲν αὐτὸν ὄντα ὀκταήμερον προθύμως οἱ γονεῖς περιτέμνειν ἠπείγοντο, καθάπερ ὁ εὐαγγελιστὴς ἐκδίδωσι Λοῦκας. Εἰς δὲ τὸ ἱερὸν ἀνῆγον μετέπειτα παραστῆσαι τῷ Κυρίῳ, τὰς καθαρσίους ἐπιτελοῦντες ἀναφορὰς, τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν. Εἰ τοίνυν τὰ καθάρσια δῶρα κατὰ τὸν νόμον ὑπὲρ αὐτοῦ προσεφέρετο, καὶ περιτομὴν ὀκταήμερον ἐφόρει, ταύτῃ καὶ ὑπὸ νόμον αὐτὸν οὐκ ἀπεικότως γεγενῆσθαι γράφει. Οὔτε δὲ ὁ Λόγος ὑπέκειτο τῷ νόμῳ, καθάπερ οἱ συκοφάνται δοξάζουσιν αὐτὸς ὢν ὁ νόμος, οὔτε ὁ Θεὸς ἐδεῖτο θυμάτων καθαρσίων, ἀθρόᾳ ῥοπῇ καθαρίζων ἅπαντα, καὶ ἁγιάζων. Ἀλλ' εἰ καὶ ἐκ τῆς παρθένου τὸ ἀνθρώπινον ὄργανον ἀναλαβὼν ἐφόρεσε, καὶ ὑπὸ νόμον ἐγένετο, κατὰ