1

 2

1

Institutio sive Paraenesis ad monachos (recensio brevior)

ΤΟΥ ΑΥΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΕΙΛΟΥ ΠΑΡΑΙΝΕΣΙΣ ΠΡΟΣ ΜΟΝΑΧΟΥΣ.

79.1236 Ἀκρασίαν βρωμάτων περικόπτει νηστεία, ἀκολασίαν δὲ πορνείας

περιαιρεῖ ἐγκράτεια μετὰ προσευχῆς. Φιλαργυρίαν τὴν τῆς εἰδωλολατρίας μητέρα συστέλλει ἀκτημοσύνη, μέριμναν δὲ σωματικὴν περικόπτει ἐλπὶς ἡ εἰς Θεόν. Πλανώμενον νοῦν συστέλλει ἀνάγνωσις λογίων Θεοῦ, καὶ ἀγρυπνία μετὰ προσευχῆς. Θυμοῦ δὲ καταδρομὴν, καταπραΰνει μακροθυμία, καὶ ψαλμῳδία. Ἀκηδίαν καταστέλλει ὑπομονὴ, καὶ δάκρυα, λύπην δὲ κοσμικὴν κατασιγάζει τὸ πρὸς τὰς ἡδονὰς μῖσος. Φιλοξενίαν κτᾶται ταπεινοφροσύνη, καὶ φιλαρχίας, καὶ ὑπεροχῆς ἀποστροφὴ, ὑπερηφανίαν δὲ, τὸ ἀρχαῖον κακὸν, τὸ βδελυκτὸν ἐνώπιον Κυρίου, ᾗ ἀνθίσταται καὶ ὁ Θεὸς, καταπαύει ταπεινοφροσύνη ἀμέτρητος, ἡ λέγουσα· «Ἐγὼ εἰμὶ γῆ καὶ σποδός.» Καὶ πάλιν· «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασεν ὁ οἰκοδομῶν,» καὶ φυλάττειν πειρώμενος. Ὡς οὐκ ἔστι τεθολωμένον ὕδωρ καθαρεῦσαι μὴ μεῖναν ἀσάλευτον, οὕτως οὐκ ἔστι μοναχοῦ κατάστασιν ἐπιγνῶναι, ἄνευ ἡσυχίας. Ὡς ἀδύνατόν ἐστιν ἀθλητὴν στεφανωθῆναι μὴ παλαίσαντα, οὕτως οὐκ ἔστι γενέσθαι Χριστιανὸν ἄνευ ἀγώνων. Ὡς οὐκ ἔστιν ἴσος ὁ ζυγὸς, βαροῦντος τοῦ ἑνὸς μέρους, οὕτως οὐκ ἔστι κατορθῶσαι ἐντολὴν Θεοῦ, κατακρατοῦντος τοῦ σαρκικοῦ φρονήματος Ὥσπερ οὐκ ἔστι μαθεῖν τέχνην, μὴ σχολάσαντα ἐπιμελῶς, οὕτως οὐκ ἔστι κτήσασθαι προσευχὴν μὴ προσκαρτερήσαντα τῷ Θεῷ ἐν εὐθείᾳ καρδίᾳ. Ὁ μὴ κεκτημένος προσευχὴν καθαρὰν, οὐκ ἔχει ὅπλον εἰς πόλεμον.

Ὁ κεκοσμημένος, καὶ σεσαρωμένος ἀπὸ ἀρετῶν Θεοῦ, κατοικητήριον ἔσται δαιμόνων. 79.1237 Ὡς οὐκ ἔστι κατοικῆσαι βασιλέα ἐν οἴκῳ πένητος, οὕτως οὐ κατοικήσει Χριστὸς ἐν ψυχῇ ῥερυπωμένῃ ἀπὸ ἁμαρτίας. Ὥσπερ ἀνήμερος τόπος ἡμεροῦται δι' ἐπιμελοῦς φιλεργίας, οὕτως ψυχὴ ἀγριωθεῖσα ταῖς ἁμαρτίαις ἠμεροῦται, εἰ νόμῳ Θεοῦ πολιτεύσεται. Ὥσπερ πέτρα οὖσα ἐν θαλάσσῃ ἑδραία μένει, καὶ ἀσάλευτος κατακρουομένη ὑπὸ κυμάτων, οὕτω καὶ ὁ τὰς ἀρετὰς κατορθώσας, καὶ ταύταις ὅλως ἀνακραθεὶς, οὐ μὴ σαλευθῇ ὑπὸ τοῦ διαβόλου. Ὥσπερ ἰατρὸς πρὸς τὴν τοῦ πάθους θεραπείαν ἐπινοεῖ τὸ φάρμακον, οὕτως καὶ ἡ γνῶσις τοῦ Θεοῦ συντηρουμένη διδάσκει τὸν μετέχοντα αὐτῆς, ὅπως ἂν διαφυλαχθῇ, καὶ ἐπὶ μείζονα προέλθοι. Ὥσπερ χαράδρα ἑαυτῆς ἐμποιεῖται τὴν διόδον οὕτω καὶ ἁμαρτία παραδεχθεῖσα κατεργάζεται τοῦ κεκτημένου αὐτῆς τὴν ἀπώλειαν. Ὡς οὐκ ἔστιν εἰς λίνα ἐμπεσόντα ἔλαφον εὐχερῶς ἐκφυγεῖν, οὕτως οὐ μὴ φύγῃ ἁμαρτίαν ὁ τὰς ἐπιθυμίας ἐκτελῶν, καὶ ἐν τῷ κόσμῳ τούτῳ ἀναστρεφόμενος· ἐπιθυμίαι γὰρ πονηραὶ, καὶ ἡδοναὶ, σειραὶ δύσλυτοι. Ὥσπερ ἄμπελος, μὴ ποιοῦσα καρποὺς καλοὺς, ἐκκόπτεται ἵνα μὴ τὸν τόπον καταργῇ, οὕτως καὶ ἀπὸ τοῦ Κυρίου ἐκριζωθήσεται πᾶς ὁ μὴ ποιῶν καρποὺς Πνεύματος ἁγίου. Ὡς ἀμήχανον, μὴ βλαβῆναι ἄνθρωπον κρουσθέντα ὑπὸ βέλους, οὕτως ἀδύνατόν ἐστι, μοναχὸν καταδεξάμενον λογισμὸν πονηρὸν μὴ τρωθῆναι. Ὥσπερ ὁ ἐξελθὼν ὁδοῦ εὐθείας, πλανᾶται ἐν ἀλλοδαπῇ χώρᾳ, μὴ ἐπιστάμενος ποῦ πορεύεται, οὕτω καὶ ἄνθρωπος πλανᾶται μὴ πιστεύων εἰς ὁμοούσιον Τριάδα. Ὥσπερ τις εἰς πολλὰ διαιρούμενος ἕν ἐστι τῇ φύσει, οὕτως καὶ ἡ ἁγία Τριὰς, εἰ καὶ τοῖς ὀνόμασι καὶ ταῖς ὑποστάσεσι διῄρηται, τῇ φύσει μία ἐστί. Θεοῦ φύσιν οὐ καταλάβοις, οὐδ' εἰ πτεροῖς πετόμενος, ὁ Θεὸς ἀκατάληπτός ἐστι, διὸ καὶ κτίστης ἡμῶν ἐστιν. Ὥσπερ τὸ κατασκευαζόμενον σκεῦος ἀγνοεῖ τοῦ κατασκευάσαντος τὴν ἀρχὴν καὶ τὴν φύσιν, οὕτω καὶ ἄνθρωπος οὐ δυνήσεται