1

 2

1

Spiritales sententiae per alphabeticum dispositae

1Ἀρχὴ σωτηρίας ἡ ἑαυτοῦ κατάγνωσις. 2 Βέλτιον λίθον εἰκῆ βαλεῖν ἢ λόγον. 3 Γίνου τοῖς πᾶσιν ὡς σὺ θέλεις τοὺς πάντας. 4.∆ικαιοσύνην μᾶλλον εργῳ ἢ λόγῳ ασκει. 5 Εὐσεβὴς οὐχ ὁ πολλοὺς ἐλεῶν, ἀλλ' ὁ μηδένα ἀδικῶν. 6 Ζῆν ἄμεινον ἐπὶ στιβάδος κατακείμενον καὶ θαρρεῖν ἢ ταράττεσθαι χρυσῆν εχοντα κλίνην. 7Ἡδὺς ἐκεῖνος φίλων ὁ τὴν ψυχὴν διατρέφων. 8 Θεὸν ἔργοις μὲν σέβου, λόγῳ δὲ ὕμνει, ἐννοίᾳ δὲ τίμα. 9Ἱερέα φρόνησις καὶ βίος καὶ εὐγένεια ποιεῖ. 10 Κάκιστόν ἐστι πάθεσι δουλεύειν αἰσχροῖς. 11 Λόγῳ μὲν τὴν ἀρετὴν δίδασκε, ἔργῳ δὲ αὐτὴν κήρυσσε. 12 Μὴ τὸ ἔχειν ἀρετὴν καλὸν εἶναι νόμιζε, ἀλλὰ τὸ ὡς δεῖ. 13 Νόμον τιμῶν κατὰ νόμον ζήσεις. 14 Ξένος ἐκεῖνος, οὗ ξένα τὰ τοῦ κόσμου. 15Ὁ φθονῶν ἑαυτὸν ζημιοῖ· ὁ γὰρ κατ' ἄλλου κακῶς φθεγγόμενος φθάνει πάσχων ὑφ' ἑαυτοῦ κακῶς. 16 Πλούσιον μήτε κολάκευε μήτε παρόξυνε. 17Ῥώννυσι μὲν οινος τὸ σῶμα, τὴν δὲ ψυχὴν λόγος θεοῦ. 18 Σιτίοις χρῶ οὐ τοῖς ἡδέσιν, ἀλλὰ τοῖς ὠφελίμοις. 19 Τοῖς οχλοις πειρώμενος ἀρέσκειν τῶν οχλων εσῃ ὅμοιος. 20Ὑπὲρ πάντα καταχρῶ τῷ σώματι. 21 Φιλόπονος ἐκεῖνος, ᾧ χρόνος περισσεύει. 22 Χριστιανοῦ ἀνδρὸς μὴ τὸ σχῆμα ἀποδέχου, ἀλλὰ τὸ τῆς ψυχῆς φρόνημα. 23 Ψέγειν τὸν ἀνεπίληπτον εἰς θεὸν ἁμαρτία. 24Ὤτων καὶ γλώσσης μέγας ὁ κίνδυνος.

Aliae sententiae

25Ἄτοπόν ἐστιν τὸ διώκοντα τὰς τιμὰς φεύγειν τοὺς πόνους, δι' ὧν αἱ τιμαί. 26 Βούλει γνῶναι θεόν, προλαβὼν γνῶθι σεαυτόν. 27 Γνήσιος φίλων ὁ τὰς περιστάσεις κοινούμενος. 28 ∆εινόν ἐστι μέγα φρονεῖν μικρὰ πράττοντα. 29Ἐν παντὶ τὸ οἴεσθαι εἰς τὸ εἰδέναι ἐμποδίζει. 30 Ζωῆς ἀλόγου δαίμων ἡγεμών. 31Ἡ τῆς ψυχῆς εὐγένεια ἐκ τῆς εὐτονίας ἀναφαίνεται. 32 Θεοσεβὴς ἐκεῖνος ὁ μὴ καθ' ἑαυτοῦ φθεγγόμενος. 33Ἱερὸν θεοῦ ανθρωπος ἀνεπίληπτος. 34 Κάκιστον κτῆμα βίος ἀδόκιμος. 35 Λάλει ἃ δεῖ καὶ ὅτε δεῖ καὶ οὐκ ἀκούσεις ἃ μὴ δεῖ. 36 Μέγιστον κτῆμα φίλος ἀδιάπτωτος. 37 Νόσημα ψυχῆς γνώμη φιλόδοξος. 38 Ξένος καὶ πένης θεοῦ κολλούριον- 39Ὁ δεχόμενος αὐτὸν ταχέως ἀναβλέψει. 40 Πάντας μὲν εὐεργετεῖν καλόν, μᾶλλον δὲ τοὺς μὴ δυναμένους ἀμείβεσθαι. 41Ῥήτωρ ἐν δικαιότητι ποτήριον ψυχροῦ ὕδατος. 42 Σωφροσύνη καὶ πραΰτης ψυχῆς Χερουβίμ. 43 Τὸ εντιμον ἐν γήρᾳ εἶναι ἀπόδειξις τοῦ φιλόπονον πρὸ γήρως γεγονέναι· τὸ σπουδαῖον ἐν νέῳ ἐχέγγυον τοῦ εντιμον ἐν γήρᾳ εσεσθαι. 44Ὑπερῷον ψυχῆς θεωρία ἀληθής. 45 Φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ. 46 Χρυσὸν κίβδηλον ἄμεινον ἢ φίλον κεκτῆσθαι. 47 Ψυχὴ καθαρὰ μετὰ θεὸν θεός. 48Ὢ ἀπὸ τῆς φιλαυτίας τῆς πάντα μισούσης.

Aliae sententiae

49Ἀρχὴ ἀγάπης ὑπόληψις δόξης. 50 Καλὸν πλουτεῖν ἐν πραΰτητι καὶ ἀγάπῃ. 51 Λικμήτωρ ἀρετῆς λογισμὸς ὑπερήφανος. 52 Λεία ὁδὸς ὑπὸ ἐλεημοσύνης γίνεται. 53Ἄδικος δικαστὴς μεμολυσμένη συνείδησις. 54 ∆εινόν ἐστι πάθεσι δουλεύειν σαρκός. 55 Εἰ θέλεις αλυπος ειναι, θεῷ ἀρέσκειν σπούδαζε. 56Ὁ καλῶς φροντίζων ἑαυτοῦ φροντίζεται ὑπὸ θεοῦ. 57 Σώφρων καρδία λιμὴν θεωρημάτων. 58Ὅταν θέλῃς σαυτὸν γνῶναι τίς εἶ, μὴ συγκρίνῃς τίς ἦς, ἀλλὰ τί γέγονας ἐξ ἀρχῆς. 59 Λάκκος ανυδρος φιλόδοξος ψυχή. 60Ὑπερήφανος ψυχὴ πανδοχεῖον λῃστῶν, μισεῖ δὲ ἦχον γνώσεως. 61Ἀληθοῦς ἀνδρὸς πλάνη κακὴ τὸ μὴ εἰδέναι τὰς Γραφάς. 62 Εἰ