1

 2

1

Epistula ad Joannem Tornicem

Ἐπιστολὴ τοῦ σοφωτάτου μεγάλου λογοθέτου γραφεῖσα πρὸς τὸν περιπόθητον συμπενθερὸν τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως παντευτυχέστατον σεβαστοκράτορα κύριν Ἰωάννην τὸν Τορνίκην, γράψαντα αὐτῷ μετρίως καὶ φιλικῶς ὅτι "ψευδῶς κάθησαι καὶ τρώγεις τὸ ψωμὶ τοῦ βασιλέως ἐντὸς τῆς Κωνσταντίνου πόλεως· τὴν δουλείαν γάρ, ἥντινα ποιεῖς σύ, δύναμαι ἐλθεῖν καὶ ἐκπληροῦν καὶ

αὐτός, ἤγουν ἑρμηνεύειν τοὺς παῖδας τὸ ὄργανον καὶ τὰς τοῦ σεκρέτου διεξάγειν ὑποθέσεις."

Ἡράκλεις, μουσόληπτος ἐξαπίνης ὁ φίλτατός μοι σεβαστοκράτωρ, κάτοχος

ἄγαν τῷ Ἑρμῇ ἀναπέφανται· ἐξηκόνισται γὰρ τὴν γλῶτταν πρὸς τὴν εὐφράδειαν, ἀπέξεσται τὸν φθόγγον πρὸς τὴν ἐμμέλειαν, καὶ ὅλος χαρίτων Ἀττικῶν ἀναπέπλησται. μὴν οὖν δάφνην ἐψώμισται πρὸς μου σῶν καὶ οὕτως ἐξαίφνης ἐλλογιμώτατος, ὡς τὸν Ἄσκρηθεν οἱ πάλαι μυθεύονται, ἢ καταδαρθὼν καὶ ἀφυπνισθεὶς εὗρε μελίττας σίμβλον κατεργασαμένας τῷ στόματι, καθά πού τινες περὶ τῆς Θηβαίας λύρας ἐξιστορήκασιν; ἔγωγ' οὖν μὰ τοὺς λόγους ἐκπέπληγμαι, φρίκης τε καὶ θάμβους ἐμπέπλησμαι ἐν οὕτω μεγάλοις καὶ θαυμαστοῖς, θᾶττον ἢ λόγος γεγενη μένοις πράγμασι. πεπίστευκα γὰρ ἐναργῶς καὶ εὐφραδῆ σε τυγχάνειν καὶ φιλοσοφίας ἀνάπλεων, καὶ πλημμύραν εἶναί σοι λόγων, καὶ διδάσκειν τοὺς βουλομένους δυνάμενον καθὼς καὶ ἐδήλους τῷ γράμματι. πῶς γὰρ ἂν εἶχες μὴ τἀληθῆ λέγειν τοῖος ἐών; ἀλλ' ἀπεφθόνηκάς μοι τῶν ἀγαθῶν καὶ βάσκανον ὄμμα τοῖς τῷ φίλῳ θυμήρεσιν ἐναποπέπομφας 68 καὶ ἐναλλάττειν βίους προῄρησαι, χάλκεια ὄντως χρυσείων ἀνταλλάξαι βουλόμενος. οἶσθα καὶ γὰρ ὡς μέγα τι χρῆμα ὁ λόγος καὶ κλέος τούτου οὔποτ' ὀλεῖται καὶ τὰ τῆς φήμης τῶν διδαγμάτων ὁ σύμπας αἰὼν οὐ διαφθείρειν δυνήσεται. πρὸς γοῦν τὸ μεγαλεῖον ἀπεῖδες τοῦ πράγματος, καὶ τοῦ ὕψους ἐστοχάσω καθεστηκότος αἰθεροβάμονος, καὶ διὰ ταῦτα παρ' οὐδὲν τὸν φίλιον θέμενος ἀφελέσθαι ταυτὶ τοῦ ἀγαπω μένου προῄρησαι, καὶ ἑαυτῷ μὲν περιθέσθαι τὰ κάλλιστά τε καὶ τιμιώτατα, ἐκείνῳ τε δοῦναι τὰ σὰ ἥττω πολὺ τούτῳ τῶν τοιούτων λελογισμένα· καὶ σὲ μὲν τῆς ἀπὸ τῶν λόγων εὐκλείας ἀπολαῦσαι καὶ τῆς τιμῆς, ἐκεῖνον δὲ περιπέζιά τινα καὶ χθαμαλὰ λαβεῖν παρὰ σοῦ. τί γὰρ πρὸς τὰ μεγάλα ταῦτα καὶ νοερὰ θεωρήματα καὶ τῆς ὕλης ὑπερανῳκισμένα καὶ τοῦ συγκρίματος κυανόχροα δέρματα καὶ τὸ εὐτυχὲς τοῖς ἔξω χρωματιζόμενον, κἂν μετ' ἐπιτάσεως γράφηται; Ἔγωγ' οὖν εἰ καὶ μετὰ δυσφόρως ἐχούσης καρδίας καὶ λύπῃ δακνομένης βαρυαλγεῖ τὴν τοῦ φίλου ἀξίωσιν δέχομαι. τί γὰρ ἂν καὶ πάθοι τις ὁπόταν φίλος βιάζηται; συναντ αλλάξαι δὲ τοῖς βίοις καὶ τὰς τύχας τῶν ἀναγκαίων ἐστίν· οὐδὲ γὰρ τόπους ἀμεῖψαι ἡμᾶς ἀλλὰ βίους γεγράφηκας, βίῳ δὲ τύχη ἀκολουθεῖ καὶ βίος τύχῃ συμπάρεστιν. ἤδη γοῦν αὐτὸς τὰ τῆς φιλίας πεπλήρωκα· ἄλλον γὰρ αὐτὸν οἶδα τὸν φίλον ἐν ἀναπτύξει τῆς φύσεως. ἀλλ'-ὅ με τοῦ γράμματος λέληθεν-ὧνπερ ὁ φίλος ὡς πρωτίστων καὶ τιμιωτέρων-ἐρῶ δὲ κατ' αὐτόν-καὶ ἡδυτέρων καὶ προσηνεστέρων ἀπεμνημόνευσεν, αὐτὸς οὐδ' ὅλως μνήμην πεποίημαι, τὰ ἡδέα λέγω τῆς Κωνσταντίνου, τὰ ἐνδιασκεύως τούτῳ περιηγηθέντα τῷ γράμματι, κἂν οὐκ εἰς τέλος αὐτῷ τὰ τῆς διατυπώσεως γένοιντο ἔνθα περὶ τρυφῶν διελέγετο ὑδάτων τε διειδῶν καὶ ἀέρων εὐκραῶν καὶ τῶν ἄλλων ἁπάν των τερπνῶν. παραλέλοιπε γὰρ τὰ κρείττω τούτων πολύ, τὰ κάλλη καὶ μεγέθη τῶν δομημάτων