1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

26

παραδίδωσιν οὖν τοῦτον Τούρκῳ τινί, καὶ ὃς πεφόνευκε τοῦτον. καὶ ἐτρέψαντο τοὺς τοῦ ἀποστάτου· εἶτα ἀφίκοντο πρὸς Πρίλαπον, καὶ ὀλίγας ἡμέρας προσμείναντες ὑπέστρεψαν. καὶ ἐπεὶ ἐκεχειρίαν εἶχε, περιεστοίχισε τὸ ἄστυ καὶ ἑλεπόλεις συνίστα καὶ κλίμακας ἔφερεν, ὡς ἂν διὰ τούτων περὶ τὸ ἄστυ ἀναρριχήσαιντο. ἀλλὰ τότε μὲν τραπέντες πλεῖστοι ἔργον φόνου γεγόνεισαν. αὖθις δὲ προσβολὴ περισσοτέρα περὶ τὸ ἄστυ, καὶ ἡ ἀπόκρουσις ὁμοία· ὡσαύτως καὶ ἡ τρίτη. εἶτα ἠρέμα παρεκάθηντο, καὶ οὕτως εἷλον τὸν Πρίλαπον.

72 Ὁ οὖν βασιλεὺς Θεόδωρος τὰ περὶ τούτων ἀκηκοὼς ἠδημόνει. 73 Ὁ δὲ τῶν Βουλγάρων ἄρχων, γυναικάδελφος αὐ τοῦ Μιχαήλ, ἔχθραν μὲν

εἶχε κατὰ Ῥωμαίων, ἀλλὰ πρὸς τοῦ πρωτεξαδέλφου αὐτοῦ Καλλιμάνου καιρίαν πληγεὶς ἐτεθνήκει. ὁ δὲ Καλλιμάνος τὴν ἐκείνου λαβὼν γαμετὴν τὴν Βουλγάρων ἀρχὴν ἐσφετερίζετο. ἀλλ' ὁ Ῥῶσος Οὖρος μετὰ στρατευμάτων ἐπελθὼν τῷ Τρινόβῳ τὴν θυγατέρα τού του, τὴν τοῦ Μιχαὴλ σύζυγον, εἴληφεν· ὁ γὰρ Καλλιμάνος προπεφόνευτο. ἐπεὶ δ' ἔρημος ἐναπελείφθη κληρονόμου ἡ τῶν Βουλγάρων ἀρχή, οἱ προύχοντες τὸν Τοίχου υἱὸν Κων σταντῖνον εἰς τὸ ἄρχειν αὐτῶν ἀνεδέξαντο. ἵνα δὲ καὶ εὐ πρόσωπος αὐτῷ ἡ ἀρχὴ γένοιτο καὶ δόξειεν ὑπὸ κληρονομίας κρατεῖν, πρὸς τὸν βασιλέα Θεόδωρον πρεσβείαν πεπόμφασιν, ἵνα τὴν πρώτην αὐτοῦ θυγατέρα Εἰρήνην συζεύξῃ τῷ Τοίχῳ, ἐγγόνην οὖσαν τοῦ Ἀσάν. ἐχώρισαν οὖν τὴν ἣν εἶχε γυναῖκα καὶ πρὸς τὸν βασιλέα ἀπέστειλαν. οὕτω γοῦν ἠρέμησαν τὰ τὼν Βουλγάρων.

74 Μετὰ δὲ ταῦτα νόσῳ δεινῇ ὁ βασιλεὺς περιπέπτωκεν. ἀπέκαμον οὖν ἐν ταύτῃ καὶ ἰατρῶν χεῖρες. ἐν οὐκ ὀλίγῳ γοῦν χρόνῳ τῇ νόσῳ κατεξετασθεὶς καὶ τὸ σῶμα ὅλον κατα σκελετευθεὶς τὸ μοναδικὸν ὑπεισῄει σχῆμα, καὶ ἐξομολόγησιν ἐπεποιήκει ψυχῆς γενναίας καὶ μεγαλόφρονος, τὴν εὐαγγελικὴν μιμησάμενος πόρνην, τὸν τῆς Μιτυλήνης ἀρχιερατι κῶς προϊστάμενον εἰς τὴν τῶν αὐτοῦ σφαλμάτων ἐξαγορίαν μετακαλεσάμενος καὶ ἔμπροσθεν τῶν αὐτοῦ ποδῶν πίπτει πρὸς τοὔδαφος καὶ δακρύων ῥεύμασι τὴν γῆν ἔπλυνεν, ἐν ᾗ κατέκειτο, ὡς καὶ πηλὸν γενέσθαι ἐκ τούτων, καὶ τὸ «ἐγκατέλιπόν σε, Χριστέ» συχνῶς ἐπεφώνει, τοῖς τῆς ἐξαγο ρίας λόγοις τοῦτο συμπαραπλέκων. ἐκεῖνος μὲν οὖν οὕτω βιώσας καὶ μήπω ὅλους τέσσαρας ἐνιαυτοὺς αὐτοκρατορήσας· κατὰ τὸν Νοέμβριον γὰρ ἄρξας ἐν Αὐγούστῳ μηνὶ τὸ τέλος ἔσχηκε τῆς ζωῆς. ὁ μὲν οὖν νεκρὸς αὐτοῦ ἐν τῇ τῶν Σωσάνδρων ἀπεκομίσθη μονῇ, καὶ ἐτάφη ἐκεῖσε, ὅπου καὶ ὁ βασιλεὺς καὶ πατὴρ αὐτοῦ. τετελευτηκὼς δὲ τρία κατα λελοίπει παιδία, ἓν μὲν ἄρρεν τοὔνομα Ἰωάννην, θήλεα δὲ δύο, τήν τε Θεοδώραν καὶ Εὐδοκίαν. τὰς ἑτέρας γὰρ δύο αὐτοῦ θυγατέρας ἀνδράσι συνέζευξε, τὴν Εἰρήνην τῷ τοῦ Τοίχου υἱῷ, τὴν δὲ Μαρίαν τῷ τοῦ ἀποστάτου Μιχαὴλ υἱῷ Νικηφόρῳ, ἥτις καὶ ἐν τῷ καιρῷ τῆς τοῦ πενθεροῦ ἀποστάσεως τὸ κοινὸν ἀπέδοτο χρέος.

75 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ οὔπω τελείων ἐτῶν ὀκτώ. ὁ δὲ πατὴρ αὐτοῦ διαθήκην πεποίηκε τάχα μὲν ὡς ἐπὶ τῷ παιδί, τῇ δ' ἀληθείᾳ ἐπὶ τῷ πρωτοβεστιαρίῳ αὐτοῦ τῷ Μουζάλωνι Γεωργίῳ· τοῦτον γὰρ διετίθετο τὸ κράτος ἔχειν, μέχρις ἂν ὁ τοῦ βασιλέως υἱὸς εἰς ἥβην τελείαν ἀφίκοιτο· καὶ πρού βησαν ἐπὶ τούτοις προστάξει τοῦ βασιλέως ὅρκοι παρὰ τῶν ἐντυχόντων τῷ τότε. ἀλλ' οὔπω τριταῖος ἦν ἐν τάφῳ ὁ τοῦ βασιλέως νεκρός, καὶ ὡς ἀπὸ κοινοῦ συνθήματος συν δραμόντες πάντες οἱ ἐκεῖσε-στράτευμα δὲ ἦν ἱκανόν- καὶ οἱ πρὸς βασιλέως κεκακωμένοι ἄνδρες εὐγενεῖς, ὁ Στρατη γόπουλος Ἀλέξιος, οὗ τὸν υἱὸν τετύφλωκεν, ὁ Τορνίκης Κων σταντῖνον, ὃν εἶχε δέσμιον, ὁ Φιλῆς Θεόδωρος, ὃν τετύφλωκεν, ὁ Ζαγαρομμάτης Γεώργιος, ὃν ἐκράτει, οἱ τέτταρες υἱοὶ τοῦ πρωτοβεστιαρίου τοῦ Ῥαοὺλ καὶ αὐτοὶ καθειργμένοι, Νικη φόρος ὁ Ἀλυάτης, οὗ τὴν γλῶτταν ἐξέτεμεν, αὐτοβοεὶ πρὸς τὴν Σωσάνδρων μονὴν κατὰ τοῦ ἐπιτρόπου πρωτοβεστιαρίου καὶ τῶν αὐταδέλφων