1

 2

 3

 4

 5

1

De adoratione pretiosae crucis

Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, τῇ μέσῃ ἑβδομάδι τῶν νηστειῶν.

52.835

αʹ. Ἧκεν ἡμῖν ἐνιαύσιος ἡμέρα, ἡ πανσέβαστος καὶ φωσφόρος τῶν ἁγίων νηστειῶν ἡ μέση ἑβδομὰς, τὸν τρισόλβιον καὶ ζωοποιὸν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ σταυρὸν προσκομίζουσα, καὶ τοῦτον προτιθεμένη εἰς προσκύνησιν, καὶ τοὺς προσκυνοῦντας αὐτὸν εἰλικρινεῖ καρδίᾳ καὶ ἁγνοῖς χείλεσιν ἁγιάζουσα, καὶ πρὸς τὸν ἑξῆς τοῦ σταδίου τῶν ἁγίων νηστειῶν δρόμον εὐτονωτέρους καὶ ἀκμαιοτέρους δεικνύουσα. Σήμερον τοιγαροῦν προσκυνήσιμος ἡμέρα τοῦ τιμίου σταυροῦ καθέστηκε, καὶ δεῦτε, ὦ φίλοι, φόβῳ καὶ πόθῳ τοῦτον περιπτυξώμεθα. Τῆς γὰρ ἐγέρσεως Χριστοῦ τὰς αὐγὰς φωτοβολῶν, πάντας φωτίζει, καὶ ἁγιάζει ταῖς αὐτοῦ χάρισι· διὸ τοῦτον ἀσπασώμεθα ψυχικῶς ἀγαλλόμενοι. Σήμερον χαρὰ γίνεται ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς, ὅτι ὁ τοῦ Χριστοῦ φαεσφόρος καὶ ζωοποιὸς σταυρὸς τῷ κόσμῳ ἐμφανίζεται, δι' οὗ δαίμονες φυγαδεύονται, καὶ νόσοι δραπετεύουσι, καὶ σκότος ζοφῶδες ἀπελαύνεται, καὶ πάντα τῆς γῆς τὰ πέρατα καταφωτίζεται. Σήμερον ἡ Χριστοῦ Ἐκκλησία ἄλλος παράδεισος δείκνυται, τὸ πανάγιον ξύλον τοῦ τιμίου σταυροῦ ἐν μέσῳ προθεῖσα, καὶ προπομπὴν τοῦ πάθους Χριστοῦ τὸν σταυρὸν ποιουμένη, καὶ τῆς ἀναστάσεως αὐτοῦ προέγερσιν. Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον, τὸ φάσκον, Ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες τοῦ Θεοῦ ἡμῶν. Εὐφραίνου τοιγαροῦν καὶ ἀγάλλου, ἡ Χριστοῦ Ἐκκλησία, καὶ προσάγαγε τὰ σὰ τέκνα, τῇ ἐγκρατείᾳ τῶν παθῶν, τῇ νηστείᾳ κεκαθαρμένα, 52.836 ταῖς τε θεολαμπέσιν ἀρεταῖς ἐξαστράπτοντα, καὶ χόρευε χορείαν τὴν ἀνεκλάλητον. Καθάπερ γὰρ πάλαι ἐν τῇ ἐρήμῳ τὸν χαλκοῦν ὄφιν οἱ δηχθέντες προσβλέποντες ἐῤῥύοντο θανάτου· οὕτω δὴ καὶ νῦν οἱ τὸ τῆς νηστείας μεσοπορήσαντες στάδιον, τούτῳ προσψαύοντες, τὸν νοητὸν ὄφιν νεκρὸν δεικνύουσι, καὶ αὐτοὶ ἀθανατίζονται, καὶ κοινωνοὶ τῶν παθημάτων τοῦ Χριστοῦ διὰ τῆς ἐγκρατείας δεικνύμενοι, κοινωνοὶ καὶ τῆς ἀναστάσεως αὐτοῦ ἀναδείκνυνται. Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ πρὸς τὸ ἑξῆς νεανικῶς εὐδρομοῦντες, ἐπινικίους τῷ Θεῷ προσκομίζουσι. Τροπαιοφόρον γὰρ καὶ νικητικὸν ὅπλον ὁ τοῦ Κυρίου σταυρὸς καθέστηκε· βασιλέων ὅπλον ἀκαταμάχητον, Ἐκκλησίας κέρας, ἐχθρῶν καθαιρέτης, καὶ τῶν πιστῶν σωτηρία. Καὶ μακάριοι ἀληθῶς καὶ τρισμακάριοι οἱ ἁγνοῖς χείλεσι καὶ στόμασι καθαροῖς τοῦτον ἀξιούμενοι περιπτύξασθαι. Ἔργῳ γὰρ ἀληθῶς πληροῦσι τὸ φάσκον τοῦ Κυρίου ῥητόν· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Καὶ ὅρα πῶς ἀκαταναγκάστως ποιεῖ τὸν λόγον. Οὐδὲ γὰρ εἶπε, Κἂν βούλησθε, κἂν μὴ, τοῦτο δεῖ ὑμᾶς παθεῖν, ἀλλὰ πῶς; Εἰ τις θέλει ὀπίσω μου ἐλθεῖν· οὐ βιάζομαι, οὐκ ἀναγκάζω, ἀλλ' ἕκαστον κύριον τῆς ἑαυτοῦ προαιρέσεως ποιῶ· δι' ὃ καὶ λέγω· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν. Ἐπὶ γὰρ ἀγαθῷ καλῶ, οὐκ ἐπὶ κακῷ καὶ ἐπαχθεῖ, οὐκ ἐπὶ κολάσει καὶ τιμωρίᾳ, ἀλλ' ἐπὶ βασιλείᾳ οὐρανίῳ καὶ ζωῇ οὐρανίῳ. Καὶ γὰρ αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἱκανὴ ἐφελκύσασθαι. 52.837 Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, κἂν ἀνὴρ, κἂν γυνὴ, κἂν ἄρχων, κἂν ἀρχόμενος, καὶ θέλει σωθῆναι, ταύτην ἐρχέσθω τὴν ὁδόν. Τρία δέ ἐστι τὰ λεγόμενα, τὸ ἀπαρνήσασθαι ἑαυτὸν, τὸ ἆραι τὸν σταυρὸν, καὶ τὸ ἀκολουθῆσαι. Ἀλλ' ἴδωμεν πρότερον, τί ἐστι τὸ ἀπαρνήσασθαι ἑαυτόν. Μάθωμεν τί ἐστιν ἀρνήσασθαι ἕτερον, καὶ τότε εἰσόμεθα τί ἐστι τὸ ἀρνήσασθαι ἑαυτόν. Τί οὖν ἐστι τὸ ἀρνήσασθαι ἕτερον; Ὁ ἀρνούμενος ἕτερον, οἷον ἢ ἀδελφὸν, ἢ φίλον, ἢ