1

 2

1

De caritate

Περὶ ἀγάπης.

62.769 Καλῶς εἶπεν ὁ Κύριος, ὅτι Τὸ φορτίον μου ἐλαφρόν ἐστι. Ποῖον γὰρ βάρος, ἢ

ποῖος κόπος ἐστὶ τοῦ ἀφιέναι τοῦ ἀδελφοῦ τὰ παραπτώματα ἐλαφρὰ καὶ μηδαμινὰ, 62.770 καὶ συγχωρηθῆναι τὰ ἴδια, καὶ δικαιωθῆναι συντόμως; Οὐκ εἶπεν, ὅτι Προσάγαγέ μοι χρήματα, ἢ μόσχους, ἢ χιμάρους, ἢ νηστείαν, ἢ ἀγρυπνίαν, ἵνα μὴ εἴπῃς, ὅτι 62.771 Οὐκ ἔχω, οὐ δύναμαι, ἀλλ' ὅ ἐστιν ἐλαφρὸν καὶ εὔκολον καὶ σύντομον, τοῦτο προσέταξε λέγων· Συγχώρησον τῷ ἀδελφῷ σου τὰ παραπτώματα, κἀγὼ συγχωρῶ τὰ σά.

Σὺ μικρὰ συγχωρεῖς πταίσματα, ἴσως ὀβολοὺς ὀλίγους, ἢ καὶ ἑκατὸν δηνάρια· ἐγὼ δὲ τὰ μυρία τάλαντα συγχαρίζομαι· καὶ σὺ μὲν μόνον συγχωρεῖς, τί ποτε μὴ χαριζόμενος· ἐγὼ δὲ καὶ τὴν ἄφεσιν παρέχω καὶ τὴν ἴασιν καὶ τὴν βασιλείαν χαρίζομαι. Καὶ τὸ δῶρόν σου τότε προσδέχομαι, ὅταν διαλλαγῇς τῷ ἐχθρῷ σου, ὅταν μὴ ἔχῃς ἔχθραν κατά τινος, ὅταν ὁ ἥλιος μὴ ἐπιδύῃ ἐπὶ τῷ παροργισμῷ σου, ὅταν πρὸς πάντας εἰρήνην καὶ ἀγάπην ἔχῃς· τότε καὶ ἡ προσευχή σου εὐπρόσδεκτος, καὶ ὁ οἶκός σου εὐλογημένος, καὶ σὺ μακάριος. Ἐὰν δὲ σὺ τῷ ἀδελφῷ σου οὐ διαλλάσσῃ, πῶς παρ' ἐμοῦ συγχώρησιν ζητεῖς; τοὺς λόγους μου καταπατεῖς, καὶ συγχώρησιν προστάσσεις; ἐγὼ ὁ ∆εσπότης προστάσσω, καὶ οὐ προσέχεις; καὶ σὺ ὁ δοῦλος πῶς τολμᾷς προσφέρειν προσευχὴν τῷ Θεῷ, ἢ θυσίαν, ἢ ἀπαρχὰς, ἔχων ἔχθραν κατά τινος; Ὥσπερ γὰρ σὺ ἀποστρέφῃ τὸ πρόσωπόν σου ἀπὸ τοῦ ἀδελφοῦ σου, οὕτω καὶ ὁ Θεὸς ἀπὸ τῆς προσευχῆς σου καὶ τοῦ δώρου σου ἀποστρέφει τοὺς ὀφθαλμοὺς αὐτοῦ· ἐπειδὴ ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ τὰ χωρὶς ἀγάπης γενόμενα οὐκ εὐδοκεῖ ἐν αὐτῷ. Πῶς ἄρα προσδέξεται ὁ Θεὸς φονέως προσευχὴν, ἢ δῶρον, ἢ ἀπαρχὰς, ἢ καρποφορίας, ἐὰν μὴ πρότερον μετανοήσῃ κατὰ λόγον; Ἀλλὰ πάντως ἐρεῖς μοι, ὅτι Ἐγὼ φονεὺς οὐκ εἰμί.

Ἐγὼ δὲ ἀποδείξω, ὅτι φονεὺς εἶ, μᾶλλον δὲ Ἰωάννης ὁ θεολόγος ἐλέγχει σε λέγων· Ὁ μισῶν τὸν ἀδελφὸν αὑτοῦ, ἀδελφοκτόνος ἐστί. Λοιπὸν οὖν, ἀδελφοί μου ἀγαπητοὶ, μηδὲν προτιμήσωμεν, ἢ σπουδάσωμεν κτήσασθαι πλὴν τῆς ἀγάπης· μηδεὶς ἐχέτω τι κατά τινος, μή τις κακὸν ἀντὶ κακοῦ ἀποδώσῃ· Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τὸν παροργισμὸν ὑμῶν· ἀλλὰ ἀφῶμεν τοῖς ὀφειλέταις ἡμῶν πάντα τὰ παραπτώματα αὐτῶν. Τί γὰρ τὸ ὄφελος, τέκνα, ἐάν τις πάντα ἔχῃ, τὴν δὲ σώζουσαν ἀγάπην μὴ ἔχων; Ὥσπερ τις ἄριστον ποιήσει μέγα, ἵνα καλέσῃ βασιλέα καὶ ἄρχοντας, καὶ πάντα ἑτοιμάσει πλούσια, ἵνα μηδὲν αὐτῷ λείπῃ, ἅλας δὲ οὐκ ἔχει, μὴ δύναται βρωθῆναι τὸ ἄριστον ἐκεῖνο; Οὐ πάντως ἀλλὰ καὶ τὴν ἔξοδον ἐζημιώθη, καὶ τοὺς κόπους ἀπώλεσεν· ἀλλὰ καὶ ὕβριν ἑαυτῷ προσήγαγε παρὰ τῶν κεκλημένων ὑπ' αὐτοῦ. Οὕτως οὖν καὶ ἐνταῦθα· τί τὸ ὄφελος εἰς ἀνέμους κοπιᾷν; Χωρὶς τῆς ἀγάπης πᾶν ἔργον καὶ πᾶσα πρᾶξις ἀκάθαρτος, κἂν παρθενίαν κτήσαιτό τις, κἂν νηστεύῃ, κἂν ἀγρυπνῇ, εἴτε προσεύχεται, εἴτε δοχὴν ποιεῖ πτωχοῖς, κἂν δῶρα προσφέρειν δοκῇ, ἢ ἀπαρχὰς, ἢ καρποφορίας, κἂν ἐκκλησίαν κτίζῃ, εἴτε ἄλλο τι πράττῃ, χωρὶς τῆς ἀγάπης πάντα ἐκεῖνα εἰς οὐδὲν λογισθήσονται παρὰ τῷ Θεῷ. Οὐ γὰρ εὐδοκεῖ Κύριος ἐν αὐτοῖς. Ἄκουε τοῦ Ἀποστόλου λέγοντος· Ὁ γὰρ ἔχων ἔχθραν κατὰ τοῦ ἀδελφοῦ, δοκεῖ προσφέρειν τε τῷ Θεῷ, ὡς ὁ θύων κύνα, καὶ ὡς μίσθωμα πόρνης λογισθήσονται.

Μὴ οὖν βουληθῇς χωρὶς τῆς ἀγάπης ποιεῖν τί ποτε, ὅτι ἡ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν. Ὢ ποίου ἀγαθοῦ καταφρονοῦμεν! ὢ πόσων ἀγαθῶν στερούμεθα