1

 2

1

De jejunio

Περὶ νηστείας. 62.757 Ὁ ἔχων προσευχὴν καὶ νηστείαν καὶ ἐλεημοσύνην, τότε ἐστὶ καταπλούσιος ἐν Χριστῷ, καὶ εὐσεβείας ἐργάτης. Τί γὰρ ὄφελος, ἀδελφοὶ, νηστεύειν τῷ σώματι, καὶ φονεύειν τοῖς ἔργοις; τί τὸ ὄφελος βρώματος ἀπέχεσθαι, καὶ πορνείᾳ μιαίνεσθαι; κρέας οὐκ ἐσθίεις, ἀλλὰ κατατρώγεις τὰς σάρκας τοῦ ἀδελφοῦ σου. Ποῖον κέρδος οἴνῳ μὴ εὐφραίνεσθαι, καὶ μεθύσκεσθαι χρήμασι; τί ὄφελος ἄρτον μὴ ἐσθίειν, καὶ μεθύειν θυμῷ; ποῖον κέρδος νηστείᾳ τήκεσθαι, καὶ λοιδορεῖν τὸν πλησίον; τίς ἡ ὠφέλεια ἐγκρατεύεσθαι βρωμάτων, καὶ ἁρπάζειν τὰ ἀλλότρια; τίς ἡ ἀνάγκη τὸ σῶμα ξηραίνειν, καὶ πεινῶντα μὴ τρέφειν; τίς ἡ ὠφέλεια τὸ σῶμα συντρίβειν, καὶ χήρας μὴ ἐλεεῖν καὶ ὀρφανούς; Ἐὰν βούλῃ νηστεύειν, μίσησον φιλαργυρίαν· τὸ μέγα κακόν ἐστιν ἡ φιλαργυρία. Νηστεύεις; φύγε μοιχείαν, φύγε πορνείαν, φύγε καταλαλιὰν, ψεῦδος, λοιδορίαν, ἔχθραν, βλασφημίαν, καὶ πᾶσαν περιεργίαν. Νηστεύεις; φύγε πλεονεξίαν, ἁρπαγὴν, ἔριν, καὶ τὸν ψυχώλεθρον φθόνον. Νηστεύεις; φύγε γαστριμαργίαν, τὴν γεννήτριαν πάσης κακίας, τὴν χωρίζουσαν ἡμᾶς καὶ ἀπ' αὐτοῦ τοῦ Θεοῦ, καὶ κατάγουσαν ἡμᾶς ἕως τῶν ἀβύσσων τῆς ἀπωλείας. Ἐὰν νηστεύῃς διὰ τὸν Θεὸν, φύγε πᾶν πρᾶγμα ὃ μισεῖ ὁ 62.758 Θεὸς, καὶ δέχεταί σου τὴν μετάνοιαν, ὡς ἐλεήμων καὶ φιλάνθρωπος· δράμωμεν, ἀδελφοὶ, πρὸς τὴν μετάνοιαν, δράμωμεν· ἐδόθη ἡμῖν καιρὸς ἐξομολογήσεως καὶ πένθους καὶ στεναγμῶν, οὐχὶ δὲ ἀμελείας καὶ ῥᾳθυμίας. Μετάνοια γάρ ἐστι πρόξενος βασιλείας οὐρανοῦ, καὶ εἴσοδος παραδείσου, καὶ τρυφῆς αἰωνίου ἀπόλαυσις. Ἐὰν νηστεύῃς, ἀγαπητὲ, πένητα μὴ περιίδῃς, γυμνὸν περίβαλε, βλέπε τῆς χήρας τὰ δάκρυα, βλέπε ὀρφανοὺς στενάζοντας. Ἐὰν ἔχῃς, ἐλέησον· εἰ δὲ οὐκ ἔχεις, κἂν μὴ ἁρπάζῃς τὰ ἀλλότρια. Νηστεύεις; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἀρκεῖ σοι πρὸς σωτηρίαν. Ἐὰν νηστεύῃς, βλέπε μὴ δανείσῃς τὸ ἀργύριόν σου ἐπὶ τόκῳ. Νηστεύεις; ἐλέησον ὃν ἠδίκησας, μὴ φθονήσῃς ποτὲ ἀδελφὸν, μήτε πάλιν μισήσῃς τινά ποτε. Νηστεύεις; μὴ κενοδοξήσῃς. Νηστεύεις; φύγε πορνείαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ καὶ ἀπὸ τῶν ἁγίων, τὴν πρόξενον τοῦ αἰωνίου καὶ ἀσβέστου πυρός. Νηστεύεις; θρέψον πεινῶντας, πότισον διψῶντας, ἀσθενοῦντας ἐπίσκεψαι, τῶν ἐν φυλακῇ μὴ ἐπιλάθου, καταπονουμένους ἐλέησον, θλιβομένων καὶ ὀδυρομένων ἐπιμελήθητι· γενοῦ εὔσπλαγχνος, πρᾶος, ἀγαθὸς, ἥμερος, μακρόθυμος, ἐλεήμων, ἀμνησίκακος, εὐλαβὴς, ἄμαχος, ἀληθι62.759 νὸς, θεοσεβής· ἵνα ὁ Θεὸς καὶ τὴν νηστείαν σου ἀποδέξηται, καὶ τῆς μετανοίας τὸ κέρδος μετὰ πολλῆς τῆς προσθήκης παράσχῃ σοι. Ἐὰν νηστεύῃς, ἀγαπητὲ, οὕτω νήστευσον ὡς ὁ Χριστὸς ἐκέλευσεν, ἵνα μὴ καὶ τὸν κόπον ὑπομένῃς, καὶ τὸν μισθὸν ἀπολέσῃς. Ταῦτα παρακαλῶ, ἀδελφοὶ, ἵνα ἀσφαλῶς τηρήσωμεν, καὶ μισθὸν κομισώμεθα παρὰ τῷ Θεῷ, καὶ ἀκούσωμεν τῆς μακαρίας ἐκείνης φωνῆς τῆς λεγούσης, ∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Οὐδὲν γὰρ, ἀδελφοὶ, δύναται βοηθῆσαι ἡμῖν ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, καὶ τῆς φωνῆς ταύτης προξενούσης, ὡς μετάνοια καὶ ἐλεημοσύνη. Ὡς πασῶν τροφῶν ὁ ἄρτος ἀναγκαιότερος, οὕτω πασῶν ἐργασιῶν ἡ τοῦ θανάτου ἔννοια. Πυρὸς αἰωνίου μνήμη καθ' ἑσπέραν συγκοιμηθήτω σοι, καὶ συναναστήτω σοι, καὶ οὐ μή σου ῥᾳθυμία ἐν καιρῷ