1

 2

 3

1

De precatione

ΟΜΙΛΙΑ ʹ. Περὶ εὐχῆς

64.461 Πρότερον διεξελθόντες ὑμῖν περὶ νηστείας, καὶ τὰ ταύτης πλεονεκτήματα

διηγησάμενοι κατὰ δύναμιν, καὶ πάλιν τῇ προτέρᾳ περὶ βαπτίσματος τῇ ὑμετέρᾳ διεξελθόντες φιληκοΐᾳ, βουλόμεθα καὶ περὶ εὐχῆς ὑμῖν διηγήσασθαι σήμερον· τίς γε ἡ ταύτης δύναμις, καὶ τίς ἡ ἀπ' αὐτῆς ὠφέλεια περιγίνεται τοῖς ταύτην συνδιατελοῦσιν. Παρακαλῶ οὖν ὑμᾶς, εὐγνωμόνως καὶ εὐλαβῶς ἀκούσατε, τὴν ἀκοὴν εὐθεῖαν τοῖς λεγομένοις ὑποθέντες. Μεγίστη οὖσα ἀληθῶς καὶ πρεσβυτέρα, καὶ μήτηρ τῶν ἐντολῶν ἁπασῶν αὕτη τετύχηκεν, ἅπαντα τὰ τοῦ Κυρίου ἀπογεννῶσα προστάγματα.

Τίς γὰρ εὐχόμενος παριδεῖν τὸν πλησίον πενόμενον δύναται, ἵνα τὸν πόνον τὸν περὶ ταύτην ἀνόνητον ἔχῃ; Τίς δὲ τοιούτου πλούτου καὶ περιουσίας ὀρέγεσθαι δύναται, ἵνα τῷ σώματι μόνον ἀναδέχηται κάματον εἰκαῖον, ἀλλαχοῦ που τῆς καρδίας ἁλωμένης; Ἔοικε γὰρ τῆς φιλοχρηματίας ἡ νόσος πάθει τινὶ δυσιάτῳ καὶ παραμόνῳ, μήτε τάχιον ἐπάγοντι τὸν θάνατον, μήτε τελείαν τὴν ὑγείαν παρέχοντι, ἀλλὰ κατὰ βραχὺ τὸ σῶμα τῶν οἰκείων ὑπεκλύοντι τόνων, ἄχρις οὗ ταῖς ἐγγινομέναις ἐνολκαῖς ὑποῤῥεῦσαν μετὰ μυρίους καμάτους τῷ κοινῷ τοῦ θανάτου παραπέμψῃ πτώματι. Τίς δὲ τῆς εὐχῆς ἐραστὴς νηστείας ἀμελῆσαι δυνήσεται ὑπ' αὐτῆς τῆς Γραφῆς διδασκόμενος, ὅτι Νηστεία καὶ δέησις ἐκ θανάτου ῥύεται. Ἄλλως γε οὐ δυνατὸν ἐκ καρδίας ἐπικαλεῖσθαι τὸν Κύριον ἀδηφαγίᾳ καὶ κραιπάλῃ συζῶντα· καθὼς καὶ ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ τοῖς ἑαυτοῦ μαθηταῖς παρήγγειλεν· Βλέπετε, φησὶν, μὴ βαρηθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ καὶ μέθῃ. Ἡ γὰρ ἀναθυμίασις τοῦ πλήθους τῶν εἰσπορευομένων τροφῶν περὶ τὰ κοῖλα τοῦ ἐγκεφάλου μέρη τὸ περὶ αὐτὸν τὸν λογισμὸν ἐπιθολοῖ χρήσιμον, αὐτὴν ἐπιταράττουσα τὴν καρδίαν, Οὕτως ἡ κατὰ ἀλήθειαν εὐχὴ πασῶν τῶν ἐντολῶν ἀφετηρία τις ὑπάρχει, συμπαρατρέχειν τῷ οἰκείῳ κόσμῳ πάσας καταναγκάζουσα.

Κορυφαιότατον ἀγαθὸν εὐχὴ καὶ ὁμιλία Θεοῦ· κοινωνία γάρ ἐστι καὶ ἕνωσις πρὸς Θεόν· καὶ ὥσπερ οἱ τοῦ σώματος ὀφθαλμοὶ φῶς καθορῶντες φωτίζονται, οὕτως καὶ ψυχὴ πρὸς Θεὸν ἐκτεινομένη τῷ ἀνεκλαλήτῳ αὐτοῦ φωτὶ καταλαμπομένη φωτίζεται. Εὐχὴ οὖν οὐκ ἐν σχήματι γινομένη, ἀλλ' ἐκ καρδίας ἐπιτελουμένη· οὐ καιροῖς καὶ διαστήμασιν ὡρῶν περικλειομένη, ἀλλὰ νύκτωρ καὶ μεθ' ἡμέραν ἄπαυστον τὴν ἐργασίαν ἔχουσα. Οὐ γὰρ χρὴ μόνον ἐπὶ τὴν εὐχὴν ἀπιόντα ὀξέως ἀπάγειν τὸν λογισμὸν πρὸς τὸν Θεόν· ἀλλὰ δεῖ καὶ ἐπί τινας ἀσχολούμενον χρείας, ἢ περὶ κηδεμονίαν πτωχῶν, ἢ περὶ φροντίδας ἑτέρας, ἢ ἐπωφελεῖς 64.464 εὐποιΐας, τὸν πόθον καὶ τὴν μνήμην τοῦ Θεοῦ καταμίσγειν, ἵνα καθάπερ ἅλατι τῇ τοῦ Θεοῦ ἀρτυομένη ἀγάπῃ, βρῶμα ἡδύτατον τῷ πάντων ∆εσπότῃ γίνωνται. ∆υνάμεθα δὲ τὴν ἐκ ταύτης ὄνησιν παρὰ πάντα τὸν βίον ἀναφαίρετον κτήσασθαι, ταύτῃ τὸ πλεῖστον ἀπονέμοντες τοῦ καιροῦ.

Εὐχὴ φωτισμὸς ψυχῆς, ἀληθὴς Θεοῦ ἐπίγνωσις, Θεοῦ καὶ ἀνθρώπων μεσίτης, παθῶν ἰατρὸς, ἀλεξιφάρμακον νόσων, γαλήνη ψυχῆς, ὁδηγὸς οὐρανία, οὐ περὶ γῆν στρεφομένη, ἀλλ' εἰς αὐτὴν τῶν οὐρανῶν πορευομένη τὴν ἁψῖδα. Ὑπερπηδᾷ κτίσματα, τέμνει νοητῶς τὸν ἀέρα, ὑπὲρ τὸν ἀέρα πορεύεται, διαβαίνει τὰς τῶν ἄστρων χορείας, ἀνοίγει πύλας οὐρανῶν, ὑπὲρ τοὺς ἀγγέλους γίνεται, Θρόνους καὶ Κυριότητας παρέρχεται, διαβαίνει τὰ Χερουβὶμ, καὶ ὑπεράνω πάσης φύσεως γενητῆς γενομένη, πρὸς αὐτὴν τὴν ἀπρόσιτον παραγίνεται Τριάδα. Ἐκεῖ προσκυνεῖ τῇ