1

 2

1

In resurrectionem domini

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὴν ἀνάστασιν τοῦ

κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

1 Λαμπρὰ τῆς δεσποτικῆς ἀναστάσεως τὰ σύμβολα· πέπαυται δόλος καὶ φθόνος ἐξώρισται, καταπεπάτηται μάχη, εἰρήνη τιμᾶται καὶ διαλέλυται πόλεμος. Οὐκέτι πενθοῦμεν Ἀδὰμ τὸν πρωτόπλαστον ἀλλὰ τὸν δεύτερον Ἀδὰμ δοξάζομεν, οὐκέτι τὴν παραβᾶσαν ὀνειδίζομεν Εὕαν ἀλλὰ τὴν θεοτόκον Μαρίαν μακαρίζομεν, οὐκέτι τὸ ξύλον ἀποστρεφόμεθα ἀλλὰ τὸν σταυρὸν τοῦ κυρίου βαστάζομεν, οὐκέτι τὸν ὄφιν φοβούμεθα ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον δυσωποῦμεν, οὐκέτι εἰς γῆν κατερχόμεθα ἀλλ' εἰς οὐρανοὺς ἀνατρέχομεν, οὐκέτι ἔξω τοῦ παραδείσου γινόμεθα ἀλλ' ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ αὐλιζόμεθα, οὐκέτι ἀκούομεν ἰουδαϊκῶς "νυκτὶ ὡμοίωσα" τὴν ἡμέραν σου ἀλλὰ ψάλλομεν πνευματικῶς· "Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ." ∆ιὰ τί; ὅτι οὐκέτι ὁ ἥλιος σκοτίζεται ἀλλὰ πάντα φωτίζεται, οὐκέτι τὸ καταπέτασμα ῥήγνυται ἀλλ' ἡ ἐκκλησία γνωρί ζεται, οὐκέτι βαΐα τῶν φοινίκων βαστάζομεν ἀλλὰ τοὺς νεοφωτίστους περιφέρομεν.

2 "Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ." Αὕτη ἡ ἡμέρα, αὕτη καὶ οὐκ ἄλλη· μία γὰρ βασίλεια καὶ οὐ πολλαὶ τυραννίδες. Αὕτη ἡ ἡμέρα ἡ κυριώνυμος, ἡ τροπαιοῦχος, ἡ τῆς ἀναστάσεως ἔθιμος καὶ τῆς χάριτος καλλωπίστρια καὶ τοῦ λογικοῦ ἀμνοῦ διαμερίστρια, ἡ τῶν ἀναγεννηθέντων γαλακτοδότρια καὶ τῶν πενήτων οἰκονομήτρια. "Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ", μὴ εἰς καπηλεῖα τρέχοντες ἀλλ' εἰς μαρτύρια σπεύδοντες, μὴ μέθην τιμῶντες ἀλλὰ συμμετρίαν ἀγαπῶντες, μὴ ἰουδαϊκῶς σκιρτῶντες ἀλλ' ἀποστολικῶς τρυφῶντες, μὴ ἐν ταῖς ἀγοραῖς παίζοντες ἀλλ' ἐν τοῖς οἴκοις ψάλλοντες. Ἀναστάσεως ἡ παροῦσα ἡμέρα οὐχ ὕβρεως. οὐδεὶς ὀρχούμενος εἰς οὐρανοὺς ἀναβαίνει, οὐδεὶς μεθύων βασιλεῖ παρίσταται. Μηδεὶς τοίνυν ἡμῶν ταύτην τὴν ἡμέραν ἀτιμάσῃ, τὴν διὰ τοῦ νόμου πάλαι τυπωθεῖσαν, τὴν μετὰ ἀπειλῆς ἐπαγγελθεῖσαν, τὴν διὰ τῆς προφητικῆς φωνῆς κηρυχθεῖσαν, τὴν διὰ τῆς τῶν πατέρων ἐπαγγελίας προσδο κηθεῖσαν, τὴν διὰ τῆς τῶν ἀποστόλων αὐτοψίας πληρω θεῖσαν, τὴν διὰ τῆς ἐκκλησιαστικῆς πίστεως προσδεχθεῖσαν.

3 Αὕτη ἡ ἡμέρα ἐν ᾗ ὁ Ἀδὰμ ἠλευθερώθη, ἐν ᾗ ἡ Εὕα ἀπηλλάγη τῆς λύπης, ἐν ᾗ ὁ ἀνήμερος θάνατος ἔφριξεν, ἐν ᾗ τῶν κραταιῶν λίθων ἡ δύναμις παρελύθη ῥαγεῖσα καὶ τὰ τῶν μνημείων κλεῖθρα διασπασθέντα ἀνέθη, ἐν ᾗ τὰ τῶν τελευτησάντων πάλαι σώματα τῇ προτέρᾳ ζωῇ παρεδόθη, ἐν ᾗ οἱ διὰ παντὸς ἰσχυροὶ καὶ βέβαιοι τῶν καταχθονίων νόμοι ἥττηνται, ἐν ᾗ ἐξανισταμένου τοῦ δεσπότου Χριστοῦ οἱ οὐρανοὶ ἀνεῴχθησαν, ἐν ᾗ τὸ τῆς ἀναστάσεως εὐθαλὲς καὶ εὔκαρπον ὡς ἐν κήπῳ τῇ οἰκουμένῃ τῷ γένει τῶν ἀνθρώπων ἐβλάστησεν, ἐν ᾗ τὰ τῶν νεοφωτίστων ἀνεφύησαν κρίνα, ἐν ᾗ τὰ τῶν ἁμαρτωλῶν ἐξηράνθησαν ῥεῖθρα, ἐν ᾗ τὰ τοῦ διαβόλου παρελύθησαν νεῦρα, ἐν ᾗ τὰ τῶν δαιμόνων ἐσκορπίσθησαν τάγματα, ἐν ᾗ τὰ τῶν Ἰουδαίων κατῃσ χύνθησαν πλήθη, ἐν ᾗ τὰ τῶν πιστῶν εὐφραίνονται τάγματα, ἐν ᾗ τὰ τῶν μαρτύρων ἀναθάλλουσι διαδήματα. "Ταύτην τοίνυν τὴν ἡμέραν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ", χάριτι τοῦ Χριστοῦ τοῦ διὰ τῆς αὐτοῦ ἀναστάσεως τὴν σύμπασαν οἰκουμένην "ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένην" φωτίσαντος, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.